Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἣ δὲ καὶ ἀτρύγετον πέλαγος τέκεν, οἴδματι θυῖον,
  2. Πόντον, ἄτερ φιλότητος ἐφιμέρου· αὐτὰρ ἔπειτα
  3. Οὐρανῷ εὐνηθεῖσα τέκʼ Ὠκεανὸν βαθυδίνην,
  4. Κοῖόν τε Κρῖόν θʼ Ὑπερίονά τʼ Ἰαπετόν τε
  5. Θείαν τε Ῥείαν τε Θέμιν τε Μνημοσύνην τε
  6. Φοίβην τε χρυσοστέφανον Τηθύν τʼ ἐρατεινήν.
  7. τοὺς δὲ μέθʼ ὁπλότατος γένετο Κρόνος ἀγκυλομήτης,
  8. δεινότατος παίδων· θαλερὸν δʼ ἤχθηρε τοκῆα.
  9. γείνατο δʼ αὖ Κύκλωπας ὑπέρβιον ἦτορ ἔχοντας,
  10. Βρόντην τε Στερόπην τε καὶ Ἄργην ὀβριμόθυμον,
  11. οἳ Ζηνὶ βροντήν τε δόσαν τεῦξάν τε κεραυνόν.
  12. οἳ δή τοι τὰ μὲν ἄλλα θεοῖς ἐναλίγκιοι ἦσαν,
  13. μοῦνος δʼ ὀφθαλμὸς μέσσῳ ἐνέκειτο μετώπῳ.
  14. Κύκλωπες δʼ ὄνομʼ ἦσαν ἐπώνυμον, οὕνεκʼ ἄρα σφέων
  15. κυκλοτερὴς ὀφθαλμὸς ἕεις ἐνέκειτο μετώπῳ·
  16. ἰσχὺς δʼ ἠδὲ βίη καὶ μηχαναὶ ἦσαν ἐπʼ ἔργοις.
  17. ἄλλοι δʼ αὖ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο
  18. τρεῖς παῖδες μεγάλοι τε καὶ ὄβριμοι, οὐκ ὀνομαστοί,
  19. Κόττος τε Βριάρεώς τε Γύης θʼ, ὑπερήφανα τέκνα.
  20. τῶν ἑκατὸν μὲν χεῖρες ἀπʼ ὤμων ἀίσσοντο,
  21. ἄπλαστοι, κεφαλαὶ δὲ ἑκάστῳ πεντήκοντα
  22. ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν·
  23. ἰσχὺς δʼ ἄπλητος κρατερὴ μεγάλῳ ἐπὶ εἴδει.
  24. ὅσσοι γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο,
  25. δεινότατοι παίδων, σφετέρῳ δʼ ἤχθοντο τοκῆι
  26. ἐξ ἀρχῆς· καὶ τῶν μὲν ὅπως τις πρῶτα γένοιτο,
  27. πάντας ἀποκρύπτασκε, καὶ ἐς φάος οὐκ ἀνίεσκε,
  28. Γαίης ἐν κευθμῶνι, κακῷ δʼ ἐπετέρπετο ἔργῳ
  29. Οὐρανός. ἣ δʼ ἐντὸς στοναχίζετο Γαῖα πελώρη
  30. στεινομένη· δολίην δὲ κακήν τʼ ἐφράσσατο τέχνην.
  31. αἶψα δὲ ποιήσασα γένος πολιοῦ ἀδάμαντος
  32. τεῦξε μέγα δρέπανον καὶ ἐπέφραδε παισὶ φίλοισιν·
  33. εἶπε δὲ θαρσύνουσα, φίλον τετιημένη ἦτορ·
    1. παῖδες ἐμοὶ καὶ πατρὸς ἀτασθάλου, αἴ κʼ ἐθέλητε
    2. πείθεσθαι, πατρός κε κακὴν τισαίμεθα λώβην
    3. ὑμετέρου· πρότερος γὰρ ἀεικέα μήσατο ἔργα.
    4. ὣς φάτο· τοὺς δʼ ἄρα πάντας ἕλεν δέος, οὐδέ τις αὐτῶν
    5. φθέγξατο. θαρσήσας δὲ μέγας Κρόνος ἀγκυλομήτης
    6. ἂψ αὖτις μύθοισι προσηύδα μητέρα κεδνήν·
    7. μῆτερ, ἐγώ κεν τοῦτό γʼ ὑποσχόμενος τελέσαιμι
    8. ἔργον, ἐπεὶ πατρός γε δυσωνύμου οὐκ ἀλεγίζω
    9. ἡμετέρου· πρότερος γὰρ ἀεικέα μήσατο ἔργα.
  34. ὣς φάτο· γήθησεν δὲ μέγα φρεσὶ Γαῖα πελώρη·
  35. εἷσε δέ μιν κρύψασα λόχῳ· ἐνέθηκε δὲ χερσὶν
  36. ἅρπην καρχαρόδοντα· δόλον δʼ ὑπεθήκατο πάντα.
  37. ἦλθε δὲ νύκτʼ ἐπάγων μέγας Οὐρανός, ἀμφὶ δὲ Γαίῃ
  38. ἱμείρων φιλότητος ἐπέσχετο καί ῥʼ ἐτανύσθη
  39. πάντη· ὃ δʼ ἐκ λοχέοιο πάις ὠρέξατο χειρὶ
  40. σκαιῇ, δεξιτερῇ δὲ πελώριον ἔλλαβεν ἅρπην
  41. μακρὴν καρχαρόδοντα, φίλου δʼ ἀπὸ μήδεα πατρὸς
  42. ἐσσυμένως ἤμησε, πάλιν δʼ ἔρριψε φέρεσθαι
  43. ἐξοπίσω· τὰ μὲν οὔ τι ἐτώσια ἔκφυγε χειρός·
  44. ὅσσαι γὰρ ῥαθάμιγγες ἀπέσσυθεν αἱματόεσσαι,
  45. πάσας δέξατο Γαῖα· περιπλομένων δʼ ἐνιαυτῶν
  46. γείνατʼ Ἐρινῦς τε κρατερὰς μεγάλους τε Γίγαντας,
  47. τεύχεσι λαμπομένους, δολίχʼ ἔγχεα χερσὶν ἔχοντας,
  48. Νύμφας θʼ ἃς Μελίας καλέουσʼ ἐπʼ ἀπείρονα γαῖαν.
  49. μήδεα δʼ ὡς τὸ πρῶτον ἀποτμήξας ἀδάμαντι
  50. κάββαλʼ ἀπʼ ἠπείροιο πολυκλύστῳ ἐνὶ πόντῳ,
  51. ὣς φέρετʼ ἂμ πέλαγος πουλὺν χρόνον, ἀμφὶ δὲ λευκὸς
  52. ἀφρὸς ἀπʼ ἀθανάτου χροὸς ὤρνυτο· τῷ δʼ ἔνι κούρη
  53. ἐθρέφθη· πρῶτον δὲ Κυθήροισιν ζαθέοισιν
  54. ἔπλητʼ, ἔνθεν ἔπειτα περίρρυτον ἵκετο Κύπρον.
  55. ἐκ δʼ ἔβη αἰδοίη καλὴ θεός, ἀμφὶ δὲ ποίη
  56. ποσσὶν ὕπο ῥαδινοῖσιν ἀέξετο· τὴν δʼ Ἀφροδίτην