Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. σκαιῇ, δεξιτερῇ δὲ πελώριον ἔλλαβεν ἅρπην
  2. μακρὴν καρχαρόδοντα, φίλου δʼ ἀπὸ μήδεα πατρὸς
  3. ἐσσυμένως ἤμησε, πάλιν δʼ ἔρριψε φέρεσθαι
  4. ἐξοπίσω· τὰ μὲν οὔ τι ἐτώσια ἔκφυγε χειρός·
  5. ὅσσαι γὰρ ῥαθάμιγγες ἀπέσσυθεν αἱματόεσσαι,
  6. πάσας δέξατο Γαῖα· περιπλομένων δʼ ἐνιαυτῶν
  7. γείνατʼ Ἐρινῦς τε κρατερὰς μεγάλους τε Γίγαντας,
  8. τεύχεσι λαμπομένους, δολίχʼ ἔγχεα χερσὶν ἔχοντας,
  9. Νύμφας θʼ ἃς Μελίας καλέουσʼ ἐπʼ ἀπείρονα γαῖαν.
  10. μήδεα δʼ ὡς τὸ πρῶτον ἀποτμήξας ἀδάμαντι
  11. κάββαλʼ ἀπʼ ἠπείροιο πολυκλύστῳ ἐνὶ πόντῳ,
  12. ὣς φέρετʼ ἂμ πέλαγος πουλὺν χρόνον, ἀμφὶ δὲ λευκὸς
  13. ἀφρὸς ἀπʼ ἀθανάτου χροὸς ὤρνυτο· τῷ δʼ ἔνι κούρη