Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

    1. ὑμετέρου· πρότερος γὰρ ἀεικέα μήσατο ἔργα.
    2. ὣς φάτο· τοὺς δʼ ἄρα πάντας ἕλεν δέος, οὐδέ τις αὐτῶν
    3. φθέγξατο. θαρσήσας δὲ μέγας Κρόνος ἀγκυλομήτης
    4. ἂψ αὖτις μύθοισι προσηύδα μητέρα κεδνήν·
    5. μῆτερ, ἐγώ κεν τοῦτό γʼ ὑποσχόμενος τελέσαιμι
    6. ἔργον, ἐπεὶ πατρός γε δυσωνύμου οὐκ ἀλεγίζω
    7. ἡμετέρου· πρότερος γὰρ ἀεικέα μήσατο ἔργα.
  1. ὣς φάτο· γήθησεν δὲ μέγα φρεσὶ Γαῖα πελώρη·
  2. εἷσε δέ μιν κρύψασα λόχῳ· ἐνέθηκε δὲ χερσὶν
  3. ἅρπην καρχαρόδοντα· δόλον δʼ ὑπεθήκατο πάντα.
  4. ἦλθε δὲ νύκτʼ ἐπάγων μέγας Οὐρανός, ἀμφὶ δὲ Γαίῃ
  5. ἱμείρων φιλότητος ἐπέσχετο καί ῥʼ ἐτανύσθη
  6. πάντη· ὃ δʼ ἐκ λοχέοιο πάις ὠρέξατο χειρὶ