Theogony
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- ἦλθε δὲ νύκτʼ ἐπάγων μέγας Οὐρανός, ἀμφὶ δὲ Γαίῃ
- ἱμείρων φιλότητος ἐπέσχετο καί ῥʼ ἐτανύσθη
- πάντη· ὃ δʼ ἐκ λοχέοιο πάις ὠρέξατο χειρὶ
- σκαιῇ, δεξιτερῇ δὲ πελώριον ἔλλαβεν ἅρπην
- μακρὴν καρχαρόδοντα, φίλου δʼ ἀπὸ μήδεα πατρὸς
- ἐσσυμένως ἤμησε, πάλιν δʼ ἔρριψε φέρεσθαι
- ἐξοπίσω· τὰ μὲν οὔ τι ἐτώσια ἔκφυγε χειρός·
- ὅσσαι γὰρ ῥαθάμιγγες ἀπέσσυθεν αἱματόεσσαι,
- πάσας δέξατο Γαῖα· περιπλομένων δʼ ἐνιαυτῶν
- γείνατʼ Ἐρινῦς τε κρατερὰς μεγάλους τε Γίγαντας,
- τεύχεσι λαμπομένους, δολίχʼ ἔγχεα χερσὶν ἔχοντας,
- Νύμφας θʼ ἃς Μελίας καλέουσʼ ἐπʼ ἀπείρονα γαῖαν.
- μήδεα δʼ ὡς τὸ πρῶτον ἀποτμήξας ἀδάμαντι
- κάββαλʼ ἀπʼ ἠπείροιο πολυκλύστῳ ἐνὶ πόντῳ,
- ὣς φέρετʼ ἂμ πέλαγος πουλὺν χρόνον, ἀμφὶ δὲ λευκὸς
- ἀφρὸς ἀπʼ ἀθανάτου χροὸς ὤρνυτο· τῷ δʼ ἔνι κούρη
- ἐθρέφθη· πρῶτον δὲ Κυθήροισιν ζαθέοισιν
- ἔπλητʼ, ἔνθεν ἔπειτα περίρρυτον ἵκετο Κύπρον.
- ἐκ δʼ ἔβη αἰδοίη καλὴ θεός, ἀμφὶ δὲ ποίη
- ποσσὶν ὕπο ῥαδινοῖσιν ἀέξετο· τὴν δʼ Ἀφροδίτην
- ἀφρογενέα τε θεὰν καὶ ἐυστέφανον Κυθέρειαν
- κικλῄσκουσι θεοί τε καὶ ἀνέρες, οὕνεκʼ ἐν ἀφρῷ
- θρέφθη· ἀτὰρ Κυθέρειαν, ὅτι προσέκυρσε Κυθήροις·
- Κυπρογενέα δʼ, ὅτι γέντο πολυκλύστῳ ἐνὶ Κύπρῳ·
- ἠδὲ φιλομμηδέα, ὅτι μηδέων ἐξεφαάνθη.
- τῇ δʼ Ἔρος ὡμάρτησε καὶ Ἵμερος ἕσπετο καλὸς
- γεινομένῃ τὰ πρῶτα θεῶν τʼ ἐς φῦλον ἰούσῃ.
- ταύτην δʼ ἐξ ἀρχῆς τιμὴν ἔχει ἠδὲ λέλογχε
- μοῖραν ἐν ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσι,
- παρθενίους τʼ ὀάρους μειδήματά τʼ ἐξαπάτας τε
- τέρψιν τε γλυκερὴν φιλότητά τε μειλιχίην τε.
- τοὺς δὲ πατὴρ Τιτῆνας ἐπίκλησιν καλέεσκε
- παῖδας νεικείων μέγας Οὐρανός, οὓς τέκεν αὐτός·
- φάσκε δὲ τιταίνοντας ἀτασθαλίῃ μέγα ῥέξαι
- ἔργον, τοῖο δʼ ἔπειτα τίσιν μετόπισθεν ἔσεσθαι.