Theogony
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- οἳ Ζηνὶ βροντήν τε δόσαν τεῦξάν τε κεραυνόν.
- οἳ δή τοι τὰ μὲν ἄλλα θεοῖς ἐναλίγκιοι ἦσαν,
- μοῦνος δʼ ὀφθαλμὸς μέσσῳ ἐνέκειτο μετώπῳ.
- Κύκλωπες δʼ ὄνομʼ ἦσαν ἐπώνυμον, οὕνεκʼ ἄρα σφέων
- κυκλοτερὴς ὀφθαλμὸς ἕεις ἐνέκειτο μετώπῳ·
- ἰσχὺς δʼ ἠδὲ βίη καὶ μηχαναὶ ἦσαν ἐπʼ ἔργοις.
- ἄλλοι δʼ αὖ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο
- τρεῖς παῖδες μεγάλοι τε καὶ ὄβριμοι, οὐκ ὀνομαστοί,
- Κόττος τε Βριάρεώς τε Γύης θʼ, ὑπερήφανα τέκνα.
- τῶν ἑκατὸν μὲν χεῖρες ἀπʼ ὤμων ἀίσσοντο,
- ἄπλαστοι, κεφαλαὶ δὲ ἑκάστῳ πεντήκοντα
- ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν·
- ἰσχὺς δʼ ἄπλητος κρατερὴ μεγάλῳ ἐπὶ εἴδει.
- ὅσσοι γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο,
- δεινότατοι παίδων, σφετέρῳ δʼ ἤχθοντο τοκῆι
- ἐξ ἀρχῆς· καὶ τῶν μὲν ὅπως τις πρῶτα γένοιτο,
- πάντας ἀποκρύπτασκε, καὶ ἐς φάος οὐκ ἀνίεσκε,
- Γαίης ἐν κευθμῶνι, κακῷ δʼ ἐπετέρπετο ἔργῳ
- Οὐρανός. ἣ δʼ ἐντὸς στοναχίζετο Γαῖα πελώρη
- στεινομένη· δολίην δὲ κακήν τʼ ἐφράσσατο τέχνην.
- αἶψα δὲ ποιήσασα γένος πολιοῦ ἀδάμαντος
- τεῦξε μέγα δρέπανον καὶ ἐπέφραδε παισὶ φίλοισιν·
- εἶπε δὲ θαρσύνουσα, φίλον τετιημένη ἦτορ·
- παῖδες ἐμοὶ καὶ πατρὸς ἀτασθάλου, αἴ κʼ ἐθέλητε
- πείθεσθαι, πατρός κε κακὴν τισαίμεθα λώβην
- ὑμετέρου· πρότερος γὰρ ἀεικέα μήσατο ἔργα.
- ὣς φάτο· τοὺς δʼ ἄρα πάντας ἕλεν δέος, οὐδέ τις αὐτῶν
- φθέγξατο. θαρσήσας δὲ μέγας Κρόνος ἀγκυλομήτης
- ἂψ αὖτις μύθοισι προσηύδα μητέρα κεδνήν·
- μῆτερ, ἐγώ κεν τοῦτό γʼ ὑποσχόμενος τελέσαιμι
- ἔργον, ἐπεὶ πατρός γε δυσωνύμου οὐκ ἀλεγίζω
- ἡμετέρου· πρότερος γὰρ ἀεικέα μήσατο ἔργα.
- ὣς φάτο· γήθησεν δὲ μέγα φρεσὶ Γαῖα πελώρη·
- εἷσε δέ μιν κρύψασα λόχῳ· ἐνέθηκε δὲ χερσὶν
- ἅρπην καρχαρόδοντα· δόλον δʼ ὑπεθήκατο πάντα.