Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

    1. ἠδὲ καὶ ὡς τὰ πρῶτα πολύπτυχον ἔσχον Ὄλυμπον.
    2. ταῦτά μοι ἔσπετε Μοῦσαι, Ὀλύμπια δώματʼ ἔχουσαι
    3. ἐξ ἀρχῆς, καὶ εἴπαθʼ, ὅ τι πρῶτον γένετʼ αὐτῶν.
  1. ἦ τοι μὲν πρώτιστα Χάος γένετʼ, αὐτὰρ ἔπειτα
  2. Γαῖʼ εὐρύστερνος, πάντων ἕδος ἀσφαλὲς αἰεὶ
  3. ἀθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου,
  4. Τάρταρά τʼ ἠερόεντα μυχῷ χθονὸς εὐρυοδείης,