Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. οἳ Γῆς τʼ ἐξεγένοντο καὶ Οὐρανοῦ ἀστερόεντος,
  2. Νυκτός τε δνοφερῆς, οὕς θʼ ἁλμυρὸς ἔτρεφε Πόντος.
  3. εἴπατε δʼ, ὡς τὰ πρῶτα θεοὶ καὶ γαῖα γένοντο
  4. καὶ ποταμοὶ καὶ πόντος ἀπείριτος, οἴδματι θυίων,
  5. ἄστρα τε λαμπετόωντα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν
  6. οἵ τʼ ἐκ τῶν ἐγένοντο θεοί, δωτῆρες ἐάων
  7. ὥς τʼ ἄφενος δάσσαντο καὶ ὡς τιμὰς διέλοντο