Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. εἴπατε δʼ, ὡς τὰ πρῶτα θεοὶ καὶ γαῖα γένοντο
  2. καὶ ποταμοὶ καὶ πόντος ἀπείριτος, οἴδματι θυίων,
  3. ἄστρα τε λαμπετόωντα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν
  4. οἵ τʼ ἐκ τῶν ἐγένοντο θεοί, δωτῆρες ἐάων
  5. ὥς τʼ ἄφενος δάσσαντο καὶ ὡς τιμὰς διέλοντο
  6. ἠδὲ καὶ ὡς τὰ πρῶτα πολύπτυχον ἔσχον Ὄλυμπον.