Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. αἶψʼ ὅ γε δυσφροσυνέων ἐπιλήθεται οὐδέ τι κηδέων
  2. μέμνηται· ταχέως δὲ παρέτραπε δῶρα θεάων.
    1. χαίρετε, τέκνα Διός, δότε δʼ ἱμερόεσσαν ἀοιδήν.
    2. κλείετε δʼ ἀθανάτων ἱερὸν γένος αἰὲν ἐόντων,
    3. οἳ Γῆς τʼ ἐξεγένοντο καὶ Οὐρανοῦ ἀστερόεντος,
    4. Νυκτός τε δνοφερῆς, οὕς θʼ ἁλμυρὸς ἔτρεφε Πόντος.