Wealth

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. εὖ πάνυ λέγεις· ὡς Δεξίνικός γʼ οὑτοσὶ
  2. ἀνίσταθʼ ὡς ἁρπασόμενος τὰς ἰσχάδας.
Χοροῦ
Καρίων
  1. ὡς ἡδὺ πράττειν ὦνδρές ἐστʼ εὐδαιμόνως,
  2. καὶ ταῦτα μηδὲν ἐξενεγκόντʼ οἴκοθεν.
  3. ἡμῖν γὰρ ἀγαθῶν σωρὸς ἐς τὴν οἰκίαν
  4. ἐπεσπέπαικεν οὐδὲν ἠδικηκόσιν.
  5. οὕτω τὸ πλουτεῖν ἐστιν ἡδὺ πρᾶγμα δή.
  6. ἡ μὲν σιπύη μεστή ʼστι λευκῶν ἀλφίτων,
  7. οἱ δʼ ἀμφορῆς οἴνου μέλανος ἀνθοσμίου.
  8. ἅπαντα δʼ ἡμῖν ἀργυρίου καὶ χρυσίου
  9. τὰ σκευάρια πλήρη ʼστίν, ὥστε θαυμάσαι.
  10. τὸ φρέαρ δʼ ἐλαίου μεστόν· αἱ δὲ λήκυθοι
  11. μύρου γέμουσι, τὸ δʼ ὑπερῷον ἰσχάδων.
  12. ὀξὶς δὲ πᾶσα καὶ λοπάδιον καὶ χύτρα
  13. χαλκῆ γέγονε· τοὺς δὲ πινακίσκους τοὺς σαπροὺς
  14. τοὺς ἰχθυηροὺς ἀργυροῦς πάρεσθʼ ὁρᾶν.
  15. ὁ δʼ ἰπνὸς γέγονʼ ἡμῖν ἐξαπίνης ἐλεφάντινος.