Wealth
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- νύττουσι γὰρ καὶ φλῶσι τἀντικνήμια,
- ἐνδεικνύμενος ἔκαστος εὔνοιάν τινα.
- ἐμὲ γὰρ τίς οὐ προσεῖπε; ποῖος οὐκ ὄχλος
- περιεστεφάνωσεν ἐν ἀγορᾷ πρεσβυτικός;
- ὦ φίλτατʼ ἀνδρῶν καὶ σὺ καὶ σὺ χαίρετε.
- φέρε νυν, νόμος γάρ ἐστι, τὰ καταχύσματα
- ταυτὶ καταχέω σου λαβοῦσα.
- μηδαμῶς.
- ἐμοῦ γὰρ εἰσιόντος ἐς τὴν οἰκίαν
- πρώτιστα καὶ βλέψαντος οὐδὲν ἐκφέρειν
- πρεπῶδές ἐστιν, ἀλλὰ μᾶλλον ἐσφέρειν.
- εἶτʼ οὐχὶ δέξει δῆτα τὰ καταχύσματα;
- ἔνδον γε παρὰ τὴν ἑστίαν, ὥσπερ νόμος·
- ἔπειτα καὶ τὸν φόρτον ἐκφύγοιμεν ἄν.
- οὐ γὰρ πρεπῶδές ἐστι τῷ διδασκάλῳ
- ἰσχάδια καὶ τρωγάλια τοῖς θεωμένοις
- προβαλόντʼ ἐπὶ τούτοις εἶτʼ ἀναγκάζειν γελᾶν.