Wealth
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- τί;
- βλέψαι ποιῆσαι νώ—
- τίνα βλέψαι; φράσον.
- τὸν Πλοῦτον ὥσπερ πρότερον ἑνί γέ τῳ τρόπῳ.
- τυφλὸς γὰρ ὄντως ἐστί;
- νὴ τὸν οὐρανόν.
- οὐκ ἐτὸς ἄρʼ ὡς ἔμʼ ἦλθεν οὐδεπώποτε.
- ἀλλʼ ἢν θεοὶ θέλωσι, νῦν ἀφίξεται.
- οὔκουν ἰατρὸν εἰσάγειν ἐχρῆν τινά;
- τίς δῆτʼ ἰατρός ἐστι νῦν ἐν τῇ πόλει;
- οὔτε γὰρ ὁ μισθὸς οὐδὲν ἔστʼ οὔθʼ ἡ τέχνη.
- σκοπῶμεν.
- ἀλλʼ οὐκ ἔστιν.
- οὐδ ἐμοὶ δοκεῖ.
- μὰ Δίʼ ἀλλʼ ὅπερ πάλαι παρεσκευαζόμην
- ἐγώ, κατακλίνειν αὐτὸν εἰς Ἀσκληπιοῦ
- κράτιστόν ἐστι.
- πολὺ μὲν οὖν νὴ τοὺς θεούς.
- μή νυν διάτριβʼ ἀλλʼ ἄνυε πράττων ἕν γέ τι.
- καὶ δὴ βαδίζω.