Wealth

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. αὐτὸν τὸν θεόν.
Βλεψίδημος
  1. καὶ ποῦ ʼστιν;
Χρεμύλος
  1. ἔνδον.
Βλεψίδημος
  1. ποῦ;
Χρεμύλος
  1. παρʼ ἐμοί.
Βλεψίδημος
  1. παρὰ σοί;
Χρεμύλος
  1. πάνυ.
Βλεψίδημος
  1. οὐκ ἐς κόρακας; Πλοῦτος παρὰ σοί;
Χρεμύλος
  1. νὴ τοὺς θεούς.
Βλεψίδημος
  1. λὲγεις ἀληθῆ;
Χρεμύλος
  1. φημί.
Βλεψίδημος
  1. πρὸς τῆς Ἑστίας;
Χρεμύλος
  1. νὴ τὸν Ποσειδῶ.
Βλεψίδημος
  1. τὸν θαλάττιον λέγεις;
Χρεμύλος
  1. εἰ δʼ ἔστιν ἕτερός τις Ποσειδῶν, τὸν ἕτερον.
Βλεψίδημος
  1. εἶτʼ οὐ διαπέμπεις καὶ πρὸς ἡμᾶς τοὺς φίλους;
Χρεμύλος
  1. οὐκ ἔστι πω τὰ πράγματʼ ἐν τούτῳ.
Βλεψίδημος
  1. τί φῄς;
  2. οὐ τῷ μεταδοῦναι;
Χρεμύλος
  1. μὰ Δία. δεῖ γὰρ πρῶτα