Wealth
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- εἶναι πανοῦργον, ἄδικον, ὑγιὲς μηδὲ ἕν,
- ὡς τῷ βίῳ τοῦτʼ αὐτὸ νομίσας συμφέρειν.
- τί δῆτα Φοῖβος ἔλακεν ἐκ τῶν στεμμάτων;
- πεύσει. σαφῶς γὰρ ὁ θεὸς εἶπέ μοι τοδί·
- ὅτῳ ξυναντήσαιμι πρῶτον ἐξιών,
- ἐκέλευε τούτου μὴ μεθίεσθαί μʼ ἔτι,
- πείθειν δʼ ἐμαυτῷ ξυνακολουθεῖν οἴκαδε.
- καὶ τῷ ξυναντᾷς δῆτα πρώτῳ;
- τουτῳί.
- εἶτʼ οὐ ξυνίης τὴν ἐπίνοιαν τοῦ θεοῦ
- φράζουσαν ὦ σκαιότατέ σοι σαφέστατα
- ἀσκεῖν τὸν υἱὸν τὸν ἐπιχώριον τρόπον;
- τῷ τοῦτο κρίνεις;
- δῆλον ὁτιὴ καὶ τυφλῷ
- γνῶναι δοκεῖ τοῦθʼ, ὡς σφόδρʼ ἐστὶ συμφέρον
- τὸ μηδὲν ἀσκεῖν ὑγιὲς ἐν τῷ νῦν χρόνῳ.
- οὐκ ἔσθʼ ὅπως ὁ χρησμὸς ἐς τοῦτο ῥέπει,
- ἀλλʼ εἰς ἕτερόν τι μεῖζον. ἢν δʼ ἡμῖν φράσῃ
- ὅστις ποτʼ ἐστὶν οὑτοσὶ καὶ τοῦ χάριν
- καὶ τοῦ δεόμενος ἦλθε μετὰ νῷν ἐνθαδί,