Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἐπιτρίψουσι γάρ.
  2. οἴσειν δοκεῖς τινʼ ὅστις αὐτῶν νοῦν ἔχει;
  3. οὐ γὰρ πάτριον τοῦτʼ ἐστίν, ἀλλὰ λαμβάνειν
  4. ἡμᾶς μόνον δεῖ νὴ Δία· καὶ γὰρ οἱ θεοί·
  5. γνώσει δʼ ἀπὸ τῶν χειρῶν γε τῶν ἀγαλμάτων·
  6. ὅταν γὰρ εὐχώμεσθα διδόναι τἀγαθά,
  7. ἕστηκεν ἐκτείνοντα τὴν χεῖρʼ ὑπτίαν
  8. οὐχ ὥς τι δώσοντʼ ἀλλʼ ὅπως τι λήψεται.
Ἀνὴρ Α
  1. ὦ δαιμόνιʼ ἀνδρῶν ἔα με τῶν προὔργου τι δρᾶν.
  2. ταυτὶ γάρ ἐστι συνδετέα. ποῦ μοὔσθʼ ἱμάς;
Ἀνὴρ Β
  1. ὄντως γὰρ οἴσεις;
Ἀνὴρ Α
  1. ναὶ μὰ Δία, καὶ δὴ μὲν οὖν
  2. τωδὶ ξυνάπτω τὼ τρίποδε.
Ἀνὴρ Β
  1. τῆς μωρίας,
  2. τὸ μηδὲ περιμείναντα τοὺς ἄλλους ὅ τι
  3. δράσουσιν εἶτα τηνικαῦτʼ ἤδη—
Ἀνὴρ Α
  1. τί δρᾶν;
Ἀνὴρ Β
  1. ἐπαναμένειν, ἔπειτα διατρίβειν ἔτι.
Ἀνὴρ Α
  1. ἵνα δὴ τί;
Ἀνὴρ Β
  1. σεισμὸς εἰ γένοιτο πολλάκις