Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἀνόητος;
- οὐ γάρ; ἠλιθιώτατος μὲν οὖν
- ἁπαξαπάντων.
- ὅτι τὸ ταττόμενον ποιῶ;
- τὸ ταττόμενον γὰρ δεῖ ποιεῖν τὸν σώφρονα;
- μάλιστα πάντων.
- τὸν μὲν οὖν ἀβέλτερον.
- σὺ δʼ οὐ καταθεῖναι διανοεῖ;
- φυλάξομαι,
- πρὶν ἄν γʼ ἴδω τὸ πλῆθος ὅ τι βουλεύεται.
- τί γὰρ ἄλλο γʼ ἢ φέρειν παρεσκευασμένοι
- τὰ χρήματʼ εἰσίν;
- ἀλλʼ ἰδὼν ἐπειθόμην.
- λέγουσι γοῦν ἐν ταῖς ὁδοῖς.
- λέξουσι γάρ.
- καί φασιν οἴσειν ἀράμενοι.
- φήσουσι γάρ.
- ἀπολεῖς ἀπιστῶν πάντʼ.
- ἀπιστήσουσι γάρ.
- ὁ Ζεύς σέ γʼ ἐπιτρίψειεν.