Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἀλλʼ οὐδέν τοι χρήσιμον ἔσται πάντως αὐτῷ.
- κατὰ δὴ τί;
- οὐδεὶς οὐδὲν πενίᾳ δράσει· πάντα γὰρ ἕξουσιν ἅπαντες,
- ἄρτους τεμάχη μάζας χλαίνας οἶνον στεφάνους ἐρεβίνθους.
- ὥστε τί κέρδος μὴ καταθεῖναι; σὺ γὰρ ἐξευρὼν ἀπόδειξον.
- οὔκουν καὶ νῦν οὗτοι μᾶλλον κλέπτουσʼ οἷς ταῦτα πάρεστιν;
- πρότερόν γʼ ὦταῖρʼ ὅτε τοῖσι νόμοις διεχρώμεθα τοῖς προτέροισιν·
- νῦν δʼ ἔσται γὰρ βίος ἐκ κοινοῦ, τί τὸ κέρδος μὴ καταθεῖναι;
- ἢν μείρακʼ ἰδὼν ἐπιθυμήσῃ καὶ βούληται σκαλαθῦραι,
- ἕξει τούτων ἀφελὼν δοῦναι, τῶν ἐκ κοινοῦ δὲ μεθέξει
- ξυγκαταδαρθών.