Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- καὶ τῶν πελέθων κοινωνοῦμεν;
- μὰ Δίʼ ἀλλʼ ἔφθης μʼ ὑποκρούσας.
- τοῦτο γὰρ ἤμελλον ἐγὼ λέξειν· τὴν γῆν πρώτιστα ποιήσω
- κοινὴν πάντων καὶ τἀργύριον καὶ τἄλλʼ ὁπόσʼ ἐστὶν ἑκάστῳ.
- εἶτʼ ἀπὸ τούτων κοινῶν ὄντων ἡμεῖς βοσκήσομεν ὑμᾶς
- ταμιευόμεναι καὶ φειδόμεναι καὶ τὴν γνώμην προσέχουσαι.
- πῶς οὖν ὅστις μὴ κέκτηται γῆν ἡμῶν, ἀργύριον δὲ
- καὶ Δαρεικοὺς ἀφανῆ πλοῦτον;
- τοῦτʼ ἐς τὸ μέσον καταθήσει.
- καὶ μὴ καταθεὶς ψευδορκήσει.
- κἀκτήσατο γὰρ διὰ τοῦτο.