Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. μὴ λωποδυτῆσαι, μὴ φθονεῖν τοῖς πλησίον,
  2. μὴ γυμνὸν εἶναι μὴ πένητα μηδένα,
  3. μὴ λοιδορεῖσθαι, μὴ ʼνεχυραζόμενον φέρειν.
Ἀνήρ
  1. νὴ τὸν Ποσειδῶ μεγάλα γʼ, εἰ μὴ ψεύσεται.
Πραξάγορα
  1. ἀλλʼ ἀποφανῶ τοῦθʼ, ὥστε σέ τέ μοι μαρτυρεῖν
  2. καὶ τοῦτον αὐτὸν μηδὲν ἀντειπεῖν ἐμοι.
Χορὸς
  1. νῦν δὴ δεῖ σε πυκνὴν φρένα καὶ φιλόσοφον ἐγείρειν
  2. φροντίδʼ ἐπισταμένην
  3. ταῖσι φίλαισιν ἀμύνειν.
  4. καινὴ γὰρ ἐπʼ εὐτυχίαισιν
  5. ἔρχεται γλώττης ἐπίνοια πολίτην