Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἁπαξαπάντων τῶν κατὰ πόλιν πραγμάτων.
Πραξάγορα
  1. νὴ τὴν Ἀφροδίτην μακαρία γʼ ἄρ ἡ πόλις
  2. ἔσται τὸ λοιπόν.
Βλέπυρος
  1. κατὰ τί;
Πραξάγορα
  1. πολλῶν οὕνεκα.
  2. οὐ γὰρ ἔτι τοῖς τολμῶσιν αὐτὴν αἰσχρὰ δρᾶν
  3. ἔσται τὸ λοιπόν, οὐδαμοῦ δὲ μαρτυρεῖν,
  4. οὐ συκοφαντεῖν—
Βλέπυρος
  1. μηδαμῶς πρὸς τῶν θεῶν
  2. τουτὶ ποιήσῃς μηδʼ ἀφέλῃ μου τὸν βίον.
Ἀνήρ
  1. ὦ δαιμόνιʼ ἀνδρῶν τὴν γυναῖκʼ ἔα λέγειν.