Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἐκτὸς οἴσει τῶν ἐλαῶν·
- δεινὰ γὰρ κατηγόρηκεν.
- ἀλλʼ ὅπως ὦ γεννάδα
- μὴ πρὸς ὀργὴν ἀντιλέξεις,
- ἀλλὰ συστείλας ἄκροισι
- χρώμενος τοῖς ἱστίοις,
- εἶτα μᾶλλον μᾶλλον ἄξεις
- καὶ φυλάξεις,
- ἡνίκʼ ἂν τὸ πνεῦμα λεῖον
- καὶ καθεστηκὸς λάβῃς.
- ἀλλʼ ὦ πρῶτος τῶν Ἑλλήνων πυργώσας ῥήματα σεμνὰ
- καὶ κοσμήσας τραγικὸν λῆρον, θαρρῶν τὸν κρουνὸν ἀφίει.
- θυμοῦμαι μὲν τῇ ξυντυχίᾳ, καὶ μου τὰ σπλάγχνʼ ἀγανακτεῖ,
- εἰ πρὸς τοῦτον δεῖ μʼ ἀντιλέγειν· ἵνα μὴ φάσκῃ δʼ ἀπορεῖν με,
- ἀπόκριναί μοι, τίνος οὕνεκα χρὴ θαυμάζειν ἄνδρα ποιητήν;
- δεξιότητος καὶ νουθεσίας, ὅτι βελτίους τε ποιοῦμεν
- τοὺς ἀνθρώπους ἐν ταῖς πόλεσιν.
- τοῦτʼ οὖν εἰ μὴ πεποίηκας,
- ἀλλʼ ἐκ χρηστῶν καὶ γενναίων μοχθηροτάτους ἀπέδειξας,
- τί παθεῖν φήσεις ἄξιος εἶναι;
- τεθνάναι· μὴ τοῦτον ἐρώτα.