Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἅπαντα καὶ διειδέναι
  2. τά τʼ ἄλλα καὶ τὰς οἰκίας
  3. οἰκεῖν ἄμεινον ἢ πρὸ τοῦ
  4. κἀνασκοπεῖν, πῶς τοῦτʼ ἔχει;
  5. ποῦ μοι τοδί; τίς τοῦτʼ ἔλαβε;
Διόνυσος
  1. νὴ τοὺς θεοὺς νῦν γοῦν Ἀθηναίων
  2. ἅπας τις εἰσιὼν
  3. κέκραγε πρὸς τοὺς οἰκέτας
  4. ζητεῖ τε, ποῦ ʼστιν ἡ χύτρα;
  5. τίς τὴν κεφαλὴν ἀπεδήδοκεν
  6. τῆς μαινίδος; τὸ τρύβλιον
  7. τὸ περυσινὸν τέθνηκέ μοι·
  8. ποῦ τὸ σκόροδον τὸ χθιζινόν;
  9. τίς τῆς ἐλάας παρέτραγεν;
  10. τέως δʼ ἀβελτερώτατοι
  11. κεχηνότες Μαμμάκυθοι
  12. Μελιτίδαι καθῆντο.
Χορός
  1. τάδε μὲν λεύσσεις φαίδιμʼ Ἀχιλλεῦ·
  2. σὺ δὲ τί φέρε πρὸς ταῦτα λέξεις;
  3. μόνον ὅπως ---
  4. μή σʼ ὁ θυμὸς ἁρπάσας