Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ζητῶν ἄν, ὅστις ῥῆμα γενναῖον λάκοι.
Ἡρακλῆς
  1. πῶς γόνιμον;
Διόνυσος
  1. ὡδὶ γόνιμον, ὅστις φθέγξεται
  2. τοιουτονί τι παρακεκινδυνευμένον,
  3. αἰθέρα Διὸς δωμάτιον, ἢ χρόνου πόδα,
  4. ἢ φρένα μὲν οὐκ ἐθέλουσαν ὀμόσαι καθʼ ἱερῶν,
  5. γλῶτταν δʼ ἐπιορκήσασαν ἰδίᾳ τῆς φρενός.
Ἡρακλῆς
  1. σὲ δὲ ταῦτʼ ἀρέσκει;
Διόνυσος
  1. μἀλλὰ πλεῖν ἢ μαίνομαι.
Ἡρακλῆς
  1. ἦ μὴν κόβαλά γʼ ἐστίν, ὡς καὶ σοὶ δοκεῖ.
Διόνυσος
  1. μὴ τὸν ἐμὸν οἴκει νοῦν· ἔχεις γὰρ οἰκίαν.
Ἡρακλῆς
  1. καὶ μὴν ἀτεχνῶς γε παμπόνηρα φαίνεται.
Διόνυσος
  1. δειπνεῖν με δίδασκε.
Ξανθίας
  1. περὶ ἐμοῦ δʼ οὐδεὶς λόγος.
Διόνυσος
  1. ἀλλʼ ὧνπερ ἕνεκα τήνδε τὴν σκευὴν ἔχων
  2. ἦλθον κατὰ σὴν μίμησιν, ἵνα μοι τοὺς ξένους
  3. τοὺς σοὺς φράσειας, εἰ δεοίμην, οἷσι σὺ
  4. ἐχρῶ τόθʼ, ἡνίκʼ ἐπὶ τὸν Κέρβερον,
  5. τούτους φράσον μοι, λιμένας ἀρτοπώλια
  6. πορνεῖʼ ἀναπαύλας ἐκτροπὰς κρήνας ὁδοὺς
  7. πόλεις διαίτας πανδοκευτρίας, ὅπου