Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. Κύκνους ποιῶν καὶ Μέμνονας κωδωνοφαλαροπώλους.
  2. γνώσει δὲ τοὺς τούτου τε κἀμοὺς ἑκατέρου μαθητάς.
  3. τουτουμενὶ Φορμίσιος Μεγαίνετός θʼ ὁ Μανῆς,
  4. σαλπιγγολογχυπηνάδαι, σαρκασμοπιτυοκάμπται,
  5. οὑμοὶ δὲ Κλειτοφῶν τε καὶ Θηραμένης ὁ κομψός.
Διόνυσος
  1. Θηραμένης; σοφός γʼ ἀνὴρ καὶ δεινὸς ἐς τὰ πάντα,
  2. ὃς ἢν κακοῖς που περιπέσῃ καὶ πλησίον παραστῇ,
  3. πέπτωκεν ἔξω τῶν κακῶν, οὐ Χῖος ἀλλὰ Κεῖος.
Εὐριπίδης
  1. τοιαῦτα μέντοὐγὼ φρονεῖν
  2. τούτοισιν εἰσηγησάμην,
  3. λογισμὸν ἐνθεὶς τῇ τέχνῃ
  4. καὶ σκέψιν, ὥστʼ ἤδη νοεὶν
  5. ἅπαντα καὶ διειδέναι
  6. τά τʼ ἄλλα καὶ τὰς οἰκίας
  7. οἰκεῖν ἄμεινον ἢ πρὸ τοῦ
  8. κἀνασκοπεῖν, πῶς τοῦτʼ ἔχει;
  9. ποῦ μοι τοδί; τίς τοῦτʼ ἔλαβε;
Διόνυσος
  1. νὴ τοὺς θεοὺς νῦν γοῦν Ἀθηναίων
  2. ἅπας τις εἰσιὼν
  3. κέκραγε πρὸς τοὺς οἰκέτας
  4. ζητεῖ τε, ποῦ ʼστιν ἡ χύτρα;
  5. τίς τὴν κεφαλὴν ἀπεδήδοκεν
  6. τῆς μαινίδος; τὸ τρύβλιον
  7. τὸ περυσινὸν τέθνηκέ μοι·
  8. ποῦ τὸ σκόροδον τὸ χθιζινόν;
  9. τίς τῆς ἐλάας παρέτραγεν;
  10. τέως δʼ ἀβελτερώτατοι
  11. κεχηνότες Μαμμάκυθοι
  12. Μελιτίδαι καθῆντο.