Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἴσχνανα μὲν πρώτιστον αὐτὴν καὶ τὸ βάρος ἀφεῖλον
  2. ἐπυλλίοις καὶ περιπάτοις καὶ τευτλίοισι λευκοῖς,
  3. χυλὸν διδοὺς στωμυλμάτων ἀπὸ βιβλίων ἀπηθῶν·
  4. εἶτʼ ἀνέτρεφον μονῳδίαις—
Διόνυσος
  1. Κηφισοφῶντα μιγνύς.
Εὐριπίδης
  1. εἶτʼ οὐκ ἐλήρουν ὅ τι τύχοιμʼ οὐδʼ ἐμπεσὼν ἔφυρον,
  2. ἀλλʼ οὑξιὼν πρώτιστα μέν μοι τὸ γένος εἶπʼ ἂν εὐθὺς
  3. τοῦ δράματος.
Διόνυσος
  1. κρεῖττον γὰρ ἦν σοι νὴ Δίʼ ἢ τὸ σαυτοῦ.
Εὐριπίδης
  1. ἔπειτʼ ἀπὸ τῶν πρώτων ἐπῶν οὐδὲν παρῆκʼ ἂν ἀργόν,
  2. ἀλλʼ ἔλεγεν ἡ γυνή τέ μοι χὠ δοῦλος οὐδὲν ἧττον,
  3. χὠ δεσπότης χἠ παρθένος χἠ γραῦς ἄν.
Αἰσχύλος
  1. εἶτα δῆτα
  2. οὐκ ἀποθανεῖν σε ταῦτʼ ἐχρῆν τολμῶντα;
Εὐριπίδης
  1. μὰ τὸν Ἀπόλλω·
  2. δημοκρατικὸν γὰρ αὔτʼ ἔδρων.
Διόνυσος
  1. τοῦτο μὲν ἔασον ὦ τᾶν.
  2. οὐ σοὶ γάρ ἐστι περίπατος κάλλιστα περί γε τούτου.
Εὐριπίδης
  1. ἔπειτα τουτουσὶ λαλεῖν ἐδίδαξα—
Αἰσχύλος
  1. φημὶ κἀγώ.
  2. ὡς πρὶν διδάξαι γʼ ὤφελες μέσος διαρραγῆναι.
Εὐριπίδης
  1. λεπτῶν τε κανόνων ἐσβολὰς ἐπῶν τε γωνιασμούς,
  2. νοεῖν ὁρᾶν ξυνιέναι στρέφειν ἐρᾶν τεχνάζειν,
  3. κάχʼ ὑποτοπεῖσθαι, περινοεῖν ἅπαντα—
Αἰσχύλος
  1. φημὶ κἀγώ.
Εὐριπίδης
  1. οἰκεῖα πράγματʼ εἰσάγων, οἷς χρώμεθʼ,οἷς ξύνεσμεν,
  2. ἐξ ὧν γʼ ἂν ἐξηλεγχόμην· ξυνειδότες γὰρ οὗτοι
  3. ἤλεγχον ἄν μου τὴν τέχνην· ἀλλʼ οὐκ ἐκομπολάκουν
  4. ἀπὸ τοῦ φρονεῖν ἀποσπάσας, οὐδʼ ἐξέπληττον αὐτούς,