Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- οἰδοῦσαν ὑπὸ κομπασμάτων καὶ ῥημάτων ἐπαχθῶν,
- ἴσχνανα μὲν πρώτιστον αὐτὴν καὶ τὸ βάρος ἀφεῖλον
- ἐπυλλίοις καὶ περιπάτοις καὶ τευτλίοισι λευκοῖς,
- χυλὸν διδοὺς στωμυλμάτων ἀπὸ βιβλίων ἀπηθῶν·
- εἶτʼ ἀνέτρεφον μονῳδίαις—
- Κηφισοφῶντα μιγνύς.
- εἶτʼ οὐκ ἐλήρουν ὅ τι τύχοιμʼ οὐδʼ ἐμπεσὼν ἔφυρον,
- ἀλλʼ οὑξιὼν πρώτιστα μέν μοι τὸ γένος εἶπʼ ἂν εὐθὺς
- τοῦ δράματος.
- κρεῖττον γὰρ ἦν σοι νὴ Δίʼ ἢ τὸ σαυτοῦ.
- ἔπειτʼ ἀπὸ τῶν πρώτων ἐπῶν οὐδὲν παρῆκʼ ἂν ἀργόν,
- ἀλλʼ ἔλεγεν ἡ γυνή τέ μοι χὠ δοῦλος οὐδὲν ἧττον,
- χὠ δεσπότης χἠ παρθένος χἠ γραῦς ἄν.
- εἶτα δῆτα
- οὐκ ἀποθανεῖν σε ταῦτʼ ἐχρῆν τολμῶντα;
- μὰ τὸν Ἀπόλλω·
- δημοκρατικὸν γὰρ αὔτʼ ἔδρων.
- τοῦτο μὲν ἔασον ὦ τᾶν.
- οὐ σοὶ γάρ ἐστι περίπατος κάλλιστα περί γε τούτου.
- ἔπειτα τουτουσὶ λαλεῖν ἐδίδαξα—
- φημὶ κἀγώ.