Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- κἄπειτʼ ἐπειδὴ ταῦτα ληρήσειε καὶ τὸ δρᾶμα
- ἤδη μεσοίη, ῥήματʼ ἂν βόεια δώδεκʼ εἶπεν,
- ὀφρῦς ἔχοντα καὶ λόφους, δείνʼ ἄττα μορμορωπά,
- ἄγνωτα τοῖς θεωμένοις.
- οἴμοι τάλας.
- σιώπα.
- σαφὲς δʼ ἂν εἶπεν οὐδὲ ἕν—
- μὴ πρῖε τοὺς ὀδόντας.
- ἀλλʼ ἢ Σκαμάνδρους ἢ τάφρους ἢ ʼπʼ ἀσπίδων ἐπόντας
- γρυπαιέτους χαλκηλάτους καὶ ῥήμαθʼ ἱππόκρημνα,
- ἃ ξυμβαλεῖν οὐ ῥᾴδιʼ ἦν.
- νὴ τοὺς θεοὺς ἐγὼ γοῦν
- ἤδη ποτʼ ἐν μακρῷ χρόνῳ νυκτὸς διηγρύπνησα
- τὸν ξουθὸν ἱππαλεκτρυόνα ζητῶν τίς ἐστιν ὄρνις.
- σημεῖον ἐν ταῖς ναυσὶν ὦμαθέστατʼ ἐνεγέγραπτο.
- ἐγὼ δὲ τὸν Φιλοξένου γʼ ᾤμην Ἔρυξιν εἶναι.
- εἶτʼ ἐν τραγῳδίαις ἐχρῆν κἀλεκτρυόνα ποιῆσαι;
- σὺ δʼ ὦ θεοῖσιν ἐχθρὲ ποῖʼ ἄττʼ ἐστὶν ἅττʼ ἐποίεις;
- οὐχ ἱππαλεκτρυόνας μὰ Δίʼ οὐδὲ τραγελάφους, ἅπερ σύ,
- ἃν τοῖσι παραπετάσμασιν τοῖς Μηδικοῖς γράφουσιν·
- ἀλλʼ ὡς παρέλαβον τὴν τέχνην παρὰ σοῦ τὸ πρῶτον εὐθὺς