Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἐπιφυλλίδες ταῦτʼ ἐστὶ καὶ στωμύλματα,
- χελιδόνων μουσεῖα, λωβηταὶ τέχνης,
- ἃ φροῦδα θᾶττον, ἢν μόνον χορὸν λάβῃ,
- ἅπαξ προσουρήσαντα τῇ τραγῳδίᾳ.
- γόνιμον δὲ ποιητὴν ἂν οὐχ εὕροις ἔτι
- ζητῶν ἄν, ὅστις ῥῆμα γενναῖον λάκοι.
- πῶς γόνιμον;
- ὡδὶ γόνιμον, ὅστις φθέγξεται
- τοιουτονί τι παρακεκινδυνευμένον,
- αἰθέρα Διὸς δωμάτιον, ἢ χρόνου πόδα,
- ἢ φρένα μὲν οὐκ ἐθέλουσαν ὀμόσαι καθʼ ἱερῶν,
- γλῶτταν δʼ ἐπιορκήσασαν ἰδίᾳ τῆς φρενός.
- σὲ δὲ ταῦτʼ ἀρέσκει;
- μἀλλὰ πλεῖν ἢ μαίνομαι.
- ἦ μὴν κόβαλά γʼ ἐστίν, ὡς καὶ σοὶ δοκεῖ.
- μὴ τὸν ἐμὸν οἴκει νοῦν· ἔχεις γὰρ οἰκίαν.
- καὶ μὴν ἀτεχνῶς γε παμπόνηρα φαίνεται.
- δειπνεῖν με δίδασκε.
- περὶ ἐμοῦ δʼ οὐδεὶς λόγος.
- ἀλλʼ ὧνπερ ἕνεκα τήνδε τὴν σκευὴν ἔχων