Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἦλθον κατὰ σὴν μίμησιν, ἵνα μοι τοὺς ξένους
  2. τοὺς σοὺς φράσειας, εἰ δεοίμην, οἷσι σὺ
  3. ἐχρῶ τόθʼ, ἡνίκʼ ἐπὶ τὸν Κέρβερον,
  4. τούτους φράσον μοι, λιμένας ἀρτοπώλια
  5. πορνεῖʼ ἀναπαύλας ἐκτροπὰς κρήνας ὁδοὺς
  6. πόλεις διαίτας πανδοκευτρίας, ὅπου
  7. κόρεις ὀλίγιστοι.
Ξανθίας
  1. περὶ ἐμοῦ δʼ οὐδεὶς λόγος.
Ἡρακλῆς
  1. ὦ σχέτλιε τολμήσεις γὰρ ἰέναι καὶ σύ γε;
Διόνυσος
  1. μηδὲν ἔτι πρὸς ταῦτʼ, ἀλλὰ φράζε τῶν ὁδῶν
  2. ὅπῃ τάχιστʼ ἀφιξόμεθʼ εἰς Ἅιδου κάτω·
  3. καὶ μήτε θερμὴν μήτʼ ἄγαν ψυχρὰν φράσῃς.
Ἡρακλῆς
  1. φέρε δὴ τίνʼ αὐτῶν σοι φράσω πρώτην; τίνα;
  2. μία μὲν γὰρ ἔστιν ἀπὸ κάλω καὶ θρανίου,
  3. κρεμάσαντι σαυτόν.
Διόνυσος
  1. παῦε, πνιγηρὰν λέγεις.
Ἡρακλῆς
  1. ἀλλʼ ἔστιν ἀτραπὸς ξύντομος τετριμμένη
  2. ἡ διὰ θυείας.
Διόνυσος
  1. ἆρα κώνειον λέγεις;
Ἡρακλῆς
  1. μάλιστά γε.