Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. καὶ μὴν ἐμαυτὸν μέν γε τὴν ποίησιν οἷός εἰμι,
  2. ἐν τοῖσιν ὑστάτοις φράσω, τοῦτον δὲ πρῶτʼ ἐλέγξω,
  3. ὡς ἦν ἀλαζὼν καὶ φέναξ οἵοις τε τοὺς θεατὰς
  4. ἐξηπάτα μώρους λαβὼν παρὰ Φρυνίχῳ τραφέντας.
  5. πρώτιστα μὲν γὰρ ἕνα τινʼ ἂν καθῖσεν ἐγκαλύψας,
  6. Ἀχιλλέα τινʼ ἢ Νιόβην, τὸ πρόσωπον οὐχὶ δεικνύς,
  7. πρόσχημα τῆς τραγῳδίας, γρύζοντας οὐδὲ τουτί.
Διόνυσος
  1. μὰ τὸν Δίʼ οὐ δῆθʼ.
Εὐριπίδης
  1. ὁ δὲ χορός γʼ ἤρειδεν ὁρμαθοὺς ἂν
  2. μελῶν ἐφεξῆς τέτταρας ξυνεχῶς ἄν οἱ δʼ ἐσίγων.
Διόνυσος
  1. ἐγὼ δʼ ἔχαιρον τῇ σιωπῇ, καί με τοῦτʼ ἔτερπεν
  2. οὐχ ἧττον ἢ νῦν οἱ λαλοῦντες.
Εὐριπίδης
  1. ἠλίθιος γὰρ ἦσθα,
  2. σάφʼ ἴσθι.
Διόνυσος
  1. κἀμαυτῷ δοκῶ. τί δὲ ταῦτʼ ἔδρασʼ ὁ δεῖνα;
Εὐριπίδης
  1. ὑπʼ ἀλαζονείας, ἵνʼ ὁ θεατὴς προσδοκῶν καθοῖτο,
  2. ὁπόθʼ ἡ Νιόβη τι φθέγξεται· τὸ δρᾶμα δʼ ἂν διῄει.
Διόνυσος
  1. ὢ παμπόνηρος, οἷʼ ἄρʼ ἐφενακιζόμην ὑπʼ αὐτοῦ.
  2. τί σκορδινᾷ καὶ δυσφορεῖς;
Εὐριπίδης
  1. ὅτι αὐτὸν ἐξελέγχω.
  2. κἄπειτʼ ἐπειδὴ ταῦτα ληρήσειε καὶ τὸ δρᾶμα
  3. ἤδη μεσοίη, ῥήματʼ ἂν βόεια δώδεκʼ εἶπεν,
  4. ὀφρῦς ἔχοντα καὶ λόφους, δείνʼ ἄττα μορμορωπά,
  5. ἄγνωτα τοῖς θεωμένοις.
Αἰσχύλος
  1. οἴμοι τάλας.
Διόνυσος
  1. σιώπα.
Εὐριπίδης
  1. σαφὲς δʼ ἂν εἶπεν οὐδὲ ἕν—
Διόνυσος
  1. μὴ πρῖε τοὺς ὀδόντας.