Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. εὔχεσθε δὴ καὶ σφώ τι πρὶν τἄπη λέγειν.
Αἰσχύλος
  1. Δήμητερ ἡ θρέψασα τὴν ἐμὴν φρένα,
  2. εἶναί με τῶν σῶν ἄξιον μυστηρίων.
Διόνυσος
  1. ἐπίθες λαβὼν δὴ καὶ σὺ λιβανωτόν.
Εὐριπίδης
  1. καλῶς·
  2. ἕτεροι γάρ εἰσιν οἷσιν εὔχομαι θεοῖς.
Διόνυσος
  1. ἴδιοί τινές σοι, κόμμα καινόν;
Εὐριπίδης
  1. καὶ μάλα.
Διόνυσος
  1. ἴθι δὴ προσεύχου τοῖσιν ἰδιώταις θεοῖς.
Εὐριπίδης
  1. αἰθὴρ ἐμὸν βόσκημα καὶ γλώσσης στρόφιγξ
  2. καὶ ξύνεσι καὶ μυκτῆρες ὀσφραντήριοι,
  3. ὀρθῶς μʼ ἐλέγχειν ὧν ἂν ἅπτωμαι λόγων.
Χορός
  1. καὶ μὴν ἡμεῖς ἐπιθυμοῦμεν
  2. παρὰ σοφοῖν ἀνδροῖν ἀκοῦσαι
  3. τίνα λόγων ἐμμέλειαν
  4. ἔπιτε δαΐαν ὁδόν.
  5. γλῶσσα μὲν γὰρ ἠγρίωται,
  6. λῆμα δʼ οὐκ ἄτολμον ἀμφοῖν,
  7. οὐδʼ ἀκίνητοι φρένες.
  8. προσδοκᾶν οὖν εἰκός ἐστι
  9. τὸν μὲν ἀστεῖόν τι λέξειν
  10. καὶ κατερρινημένον,
  11. τὸν δʼ ἀνασπῶντʼ αὐτοπρέμνοις
  12. τοῖς λόγοισιν
  13. ἐμπεσόντα συσκεδᾶν πολλὰς
  14. ἀλινδήθρας ἐπῶν.
Διόνυσος
  1. ἀλλʼ ὡς τάχιστα χρὴ λέγειν· οὕτω δʼ ὅπως ἐρεῖτον
  2. ἀστεῖα καὶ μήτʼ εἰκόνας μήθʼ οἷʼ ἂν ἄλλος εἴποι.