Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- γλῶσσα μὲν γὰρ ἠγρίωται,
- λῆμα δʼ οὐκ ἄτολμον ἀμφοῖν,
- οὐδʼ ἀκίνητοι φρένες.
- προσδοκᾶν οὖν εἰκός ἐστι
- τὸν μὲν ἀστεῖόν τι λέξειν
- καὶ κατερρινημένον,
- τὸν δʼ ἀνασπῶντʼ αὐτοπρέμνοις
- τοῖς λόγοισιν
- ἐμπεσόντα συσκεδᾶν πολλὰς
- ἀλινδήθρας ἐπῶν.
- ἀλλʼ ὡς τάχιστα χρὴ λέγειν· οὕτω δʼ ὅπως ἐρεῖτον
- ἀστεῖα καὶ μήτʼ εἰκόνας μήθʼ οἷʼ ἂν ἄλλος εἴποι.
- καὶ μὴν ἐμαυτὸν μέν γε τὴν ποίησιν οἷός εἰμι,
- ἐν τοῖσιν ὑστάτοις φράσω, τοῦτον δὲ πρῶτʼ ἐλέγξω,
- ὡς ἦν ἀλαζὼν καὶ φέναξ οἵοις τε τοὺς θεατὰς
- ἐξηπάτα μώρους λαβὼν παρὰ Φρυνίχῳ τραφέντας.
- πρώτιστα μὲν γὰρ ἕνα τινʼ ἂν καθῖσεν ἐγκαλύψας,
- Ἀχιλλέα τινʼ ἢ Νιόβην, τὸ πρόσωπον οὐχὶ δεικνύς,
- πρόσχημα τῆς τραγῳδίας, γρύζοντας οὐδὲ τουτί.
- μὰ τὸν Δίʼ οὐ δῆθʼ.