Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἔλθετʼ ἐποψόμεναι δύναμιν
  2. δεινοτάτοιν στομάτοιν πορίσασθαι
  3. ῥήματα καὶ παραπρίσματʼ ἐπῶν.
  4. νῦν γὰρ ἀγὼν σοφίας ὁ μέγας χωρεῖ πρὸς ἔργον ἤδη.
Διόνυσος
  1. εὔχεσθε δὴ καὶ σφώ τι πρὶν τἄπη λέγειν.
Αἰσχύλος
  1. Δήμητερ ἡ θρέψασα τὴν ἐμὴν φρένα,
  2. εἶναί με τῶν σῶν ἄξιον μυστηρίων.
Διόνυσος
  1. ἐπίθες λαβὼν δὴ καὶ σὺ λιβανωτόν.
Εὐριπίδης
  1. καλῶς·
  2. ἕτεροι γάρ εἰσιν οἷσιν εὔχομαι θεοῖς.
Διόνυσος
  1. ἴδιοί τινές σοι, κόμμα καινόν;
Εὐριπίδης
  1. καὶ μάλα.
Διόνυσος
  1. ἴθι δὴ προσεύχου τοῖσιν ἰδιώταις θεοῖς.
Εὐριπίδης
  1. αἰθὴρ ἐμὸν βόσκημα καὶ γλώσσης στρόφιγξ
  2. καὶ ξύνεσι καὶ μυκτῆρες ὀσφραντήριοι,
  3. ὀρθῶς μʼ ἐλέγχειν ὧν ἂν ἅπτωμαι λόγων.
Χορός
  1. καὶ μὴν ἡμεῖς ἐπιθυμοῦμεν
  2. παρὰ σοφοῖν ἀνδροῖν ἀκοῦσαι
  3. τίνα λόγων ἐμμέλειαν
  4. ἔπιτε δαΐαν ὁδόν.