Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. σὺ δή με ταῦτʼ ὦ στωμυλιοσυλλεκτάδη
  2. καὶ πτωχοποιὲ καὶ ῥακιοσυρραπτάδη;
  3. ἀλλʼ οὔ τι χαίρων αὔτʼ ἐρεῖς.
Διόνυσος
  1. παῦʼ Αἰσχύλε,
  2. καὶ μὴ πρὸς ὀργὴν σπλάγχνα θερμήνῃς κότῳ.
Αἰσχύλος
  1. οὐ δῆτα πρίν γʼ ἂν τοῦτον ἀποφήνω σαφῶς
  2. τὸν χωλοποιὸν οἷος ὢν θρασύνεται.
Διόνυσος
  1. ἄρνʼ ἄρνα μέλανα παῖδες ἐξενέγκατε·
  2. τυφὼς γὰρ ἐκβαίνειν παρασκευάζεται.
Αἰσχύλος
  1. ὦ Κρητικὰς μὲν συλλέγων μονῳδίας,
  2. γάμους δʼ ἀνοσίους ἐσφέρων ἐς τὴν τέχνην.
Διόνυσος
  1. ἐπίσχες οὗτος ὦ πολυτίμητʼ Αἰσχύλε.
  2. ἀπὸ τῶν χαλαζῶν δʼ ὦ πόνηρʼ Εὐριπίδη
  3. ἄναγε σεαυτὸν ἐκποδών, εἰ σωφρονεῖς,
  4. ἵνα μὴ κεφαλαίῳ τὸν κρόταφόν σου ῥήματι
  5. θενὼν ὑπʼ ὀργῆς ἐκχέῃ τὸν Τήλεφον·
  6. σὺ δὲ μὴ πρὸς ὀργὴν Αἰσχύλʼ ἀλλὰ πρᾳόνως
  7. ἔλεγχʼ ἐλέγχου· λοιδορεῖσθαι δʼ οὐ πρέπει
  8. ἄνδρας ποιητὰς ὥσπερ ἀρτοπώλιδας.
  9. σὺ δʼ εὐθὺς ὥσπερ πρῖνος ἐμπρησθεὶς βοᾷς.