Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ῥήμαθʼ ἱπποβάμονα.
- φρίξας δʼ αὐτοκόμου λοφιᾶς λασιαύχενα χαίταν,
- δεινὸν ἐπισκύνιον ξυνάγων βρυχώμενος ἥσει
- ῥήματα γομφοπαγῆ πινακηδὸν ἀποσπῶν
- γηγενεῖ φυσήματι·
- ἔνθεν δὴ στοματουργὸς ἐπῶν βασανίστρια λίσφη
- γλῶσσʼ ἀνελισσομένη φθονεροὺς κινοῦσα χαλινοὺς
- ῥήματα δαιομένη καταλεπτολογήσει
- πλευμόνων πολὺν πόνον.
- οὐκ ἂν μεθείμην τοῦ θρόνου, μὴ νουθέτει.
- κρείττων γὰρ εἶναί φημι τούτου τὴν τέχνην.
- Αἰσχύλε τί σιγᾷς; αἰσθάνει γὰρ τοῦ λόγου.
- ἀποσεμνυνεῖται πρῶτον, ἅπερ ἑκάστοτε
- ἐν ταῖς τραγῳδίαισιν ἐτερατεύετο.
- ὦ δαιμόνιʼ ἀνδρῶν μὴ μεγάλα λίαν λέγε.
- ἐγᾦδα τοῦτον καὶ διέσκεμμαι πάλαι,
- ἄνθρωπον ἀγριοποιὸν αὐθαδόστομον,
- ἔχοντʼ ἀχάλινον ἀκρατὲς ἀπύλωτον στόμα,
- ἀπεριλάλητον κομποφακελορρήμονα.
- ἄληθες ὦ παῖ τῆς ἀρουραίας θεοῦ;