Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἀγῶνα ποιεῖν αὐτίκα μάλα καὶ κρίσιν
- κἄλεγχον αὐτῶν τῆς τέχνης.
- κἄπειτα πῶς
- οὐ καὶ Σοφοκλέης ἀντελάβετο τοῦ θρόνου;
- μὰ Δίʼ οὐκ ἐκεῖνος, ἀλλʼ ἔκυσε μὲν Αἰσχύλον,
- ὅτε δὴ κατῆλθε, κἀνέβαλε τὴν δεξιάν,
- κἀκεῖνος ὑπεχώρησεν αὐτῷ τοῦ θρόνου·
- νυνὶ δʼ ἔμελλεν, ὡς ἔφη Κλειδημίδης,
- ἔφεδρος καθεδεῖσθαι· κἂν μὲν Αἰσχύλος κρατῇ,
- ἕξειν κατὰ χώραν· εἰ δὲ μή, περὶ τῆς τέχνης
- διαγωνιεῖσθʼ ἔφασκε πρός γʼ Εὐριπίδην.
- τὸ χρῆμʼ ἄρʼ ἔσται;
- νὴ Δίʼ ὀλίγον ὕστερον.
- κἀνταῦθα δὴ τὰ δεινὰ κινηθήσεται.
- καὶ γὰρ ταλάντῳ μουσικὴ σταθμήσεται—
- τί δέ; μειαγωγήσουσι τὴν τραγῳδίαν;
- καὶ κανόνας ἐξοίσουσι καὶ πήχεις ἐπῶν
- καὶ πλαίσια ξύμπτυκτα—
- πλινθεύσουσι γάρ;
- καὶ διαμέτρους καὶ σφῆνας. ὁ γὰρ Εὐριπίδης