Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- τί δῆτα τουτὶ τεθορύβηκεν Αἰσχύλον;
- ἐκεῖνος εἶχε τὸν τραγῳδικὸν θρόνον,
- ὡς ὢν κράτιστος τὴν τέχνην.
- νυνὶ δὲ τίς;
- ὅτε δὴ κατῆλθʼ Εὐριπίδης, ἐπεδείκνυτο
- τοῖς λωποδύταις καὶ τοῖσι βαλλαντιοτόμοις
- καὶ τοῖσι πατραλοίαισι καὶ τοιχωρύχοις,
- ὅπερ ἔστʼ ἐν Ἅιδου πλῆθος, οἱ δʼ ἀκροώμενοι
- τῶν ἀντιλογιῶν καὶ λυγισμῶν καὶ στροφῶν
- ὑπερεμάνησαν κἀνόμισαν σοφώτατον·
- κἄπειτʼ ἐπαρθεὶς ἀντελάβετο τοῦ θρόνου,
- ἵνʼ Αἰσχύλος καθῆστο.
- κοὐκ ἐβάλλετο;
- μὰ Δίʼ ἀλλʼ ὁ δῆμος ἀνεβόα κρίσιν ποιεῖν
- ὁπότερος εἴη τὴν τέχνην σοφώτερος.
- ὁ τῶν πανούργων;
- νὴ Δίʼ οὐράνιόν γʼ ὅσον.
- μετʼ Αἰσχύλου δʼ οὐκ ἦσαν ἕτεροι σύμμαχοι;
- ὀλίγον τὸ χρηστόν ἐστιν, ὥσπερ ἐνθάδε.
- τί δῆθʼ ὁ Πλούτων δρᾶν παρασκευάζεται;