Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ὅτε δὴ κατῆλθʼ Εὐριπίδης, ἐπεδείκνυτο
  2. τοῖς λωποδύταις καὶ τοῖσι βαλλαντιοτόμοις
  3. καὶ τοῖσι πατραλοίαισι καὶ τοιχωρύχοις,
  4. ὅπερ ἔστʼ ἐν Ἅιδου πλῆθος, οἱ δʼ ἀκροώμενοι
  5. τῶν ἀντιλογιῶν καὶ λυγισμῶν καὶ στροφῶν
  6. ὑπερεμάνησαν κἀνόμισαν σοφώτατον·
  7. κἄπειτʼ ἐπαρθεὶς ἀντελάβετο τοῦ θρόνου,
  8. ἵνʼ Αἰσχύλος καθῆστο.
Ξανθίας
  1. κοὐκ ἐβάλλετο;
Ἄιακος
  1. μὰ Δίʼ ἀλλʼ ὁ δῆμος ἀνεβόα κρίσιν ποιεῖν
  2. ὁπότερος εἴη τὴν τέχνην σοφώτερος.
Ξανθίας
  1. ὁ τῶν πανούργων;
Ἄιακος
  1. νὴ Δίʼ οὐράνιόν γʼ ὅσον.
Ξανθίας
  1. μετʼ Αἰσχύλου δʼ οὐκ ἦσαν ἕτεροι σύμμαχοι;
Ἄιακος
  1. ὀλίγον τὸ χρηστόν ἐστιν, ὥσπερ ἐνθάδε.
Ξανθίας
  1. τί δῆθʼ ὁ Πλούτων δρᾶν παρασκευάζεται;
Ἄιακος
  1. ἀγῶνα ποιεῖν αὐτίκα μάλα καὶ κρίσιν
  2. κἄλεγχον αὐτῶν τῆς τέχνης.
Ξανθίας
  1. κἄπειτα πῶς
  2. οὐ καὶ Σοφοκλέης ἀντελάβετο τοῦ θρόνου;
Ἄιακος
  1. μὰ Δίʼ οὐκ ἐκεῖνος, ἀλλʼ ἔκυσε μὲν Αἰσχύλον,