Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- καὶ δὸς κύσαι καὐτὸς κύσον, καί μοι φράσον
- πρὸς Διός, ὃς ἡμῖν ἐστιν ὁμομαστιγίας,
- τίς οὗτος οὕνδον ἐστὶ θόρυβος καὶ βοὴ
- χὠ λοιδορησμός;
- Αἰσχύλου κεὐριπίδου.
- ἆ.
- πρᾶγμα πρᾶγμα μέγα κεκίνηται μέγα
- ἐν τοῖς νεκροῖσι καὶ στάσις πολλὴ πάνυ.
- ἐκ τοῦ;
- νόμος τις ἐνθάδʼ ἐστὶ κείμενος
- ἀπὸ τῶν τεχνῶν ὅσαι μεγάλαι καὶ δεξιαί,
- τὸν ἄριστον ὄντα τῶν ἑαυτοῦ συντέχνων
- σίτησιν αὐτὸν ἐν πρυτανείῳ λαμβάνειν
- θρόνον τε τοῦ Πλούτωνος ἑξῆς—
- μανθάνω.
- ἕως ἀφίκοιτο τὴν τέχνην σοφώτερος
- ἕτερός τις αὐτοῦ· τότε δὲ παραχωρεῖν ἔδει.
- τί δῆτα τουτὶ τεθορύβηκεν Αἰσχύλον;
- ἐκεῖνος εἶχε τὸν τραγῳδικὸν θρόνον,
- ὡς ὢν κράτιστος τὴν τέχνην.
- νυνὶ δὲ τίς;