Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- βαδιστέον τἄρʼ ἐστὶν ἐπὶ τονδὶ πάλιν.
- οἴμοι.
- τί ἔστι;
- τὴν ἄκανθαν ἐξελε.
- τί τὸ πρᾶγμα τουτί; δεῦρο πάλιν βαδιστέον.
- Ἄπολλον—ὅς που Δῆλον ἢ Πυθῶνʼ ἔχεις.
- ἤλγησεν· οὐκ ἤκουσας;
- οὐκ ἔγωγʼ, ἐπεὶ
- ἴαμβον Ἱππώνακτος ἀνεμιμνῃσκόμην.
- οὐδὲν ποιεῖς γάρ· ἀλλὰ τὰς λαγόνας σπόδει.
- μὰ τὸν Δίʼ ἀλλʼ ἤδη πάρεχε τὴν γαστέρα.
- Πόσειδον
- ἤλγησέν τις.
- ὃς Αἰγαίου πρῶνας ἢ γλαυκᾶς μέδεις ἁλὸς ἐν βένθεσιν.
- οὔ τοι μὰ τὴν Δήμητρα δύναμαί πω μαθεῖν
- ὁπότερος ὑμῶν ἐστι θεός. ἀλλʼ εἴσιτον·
- ὁ δεσπότης γὰρ αὐτὸς ὑμᾶς γνώσεται
- χἠ Φερρέφατθʼ, ἅτʼ ὄντε κἀκείνω θεώ.
- ὀρθῶς λέγεις· ἐβουλόμην δʼ ἂν τοῦτό σε
- πρότερον νοῆσαι, πρὶν ἐμὲ τὰς πληγὰς λαβεῖν.