Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- οὐ μὰ Δίʼ.
- οὐδʼ ἐμοὶ δοκεῖς.
- ἀλλʼ εἶμʼ ἐπὶ τονδὶ καὶ πατάξω.
- πηνίκα;
- καὶ δὴ ʼπάταξα.
- κᾆτα πῶς οὐκ ἔπταρον;
- οὐκ οἶδα· τουδὶ δʼ αὖθις ἀποπειράσομαι.
- οὔκουν ἀνύσεις τι; ἀτταταῖ.
- τί τἀτταταῖ;
- μῶν ὠδυνήθης;
- οὐ μὰ Δίʼ ἀλλʼ ἐφρόντισα
- ὁπόθʼ Ἡράκλεια τἀν Διομείοις γίγνεται.
- ἅνθρωπος ἱερός. δεῦρο πάλιν βαδιστέον.
- ἰοὺ ἰού.
- τί ἔστιν;
- ἱππέας ὁρῶ.
- τί δῆτα κλάεις;
- κρομμύων ὀσφραίνομαι.
- ἐπεὶ προτιμᾷς γʼ οὐδέν.
- οὐδέν μοι μέλει.