Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- καὶ πολύ γε μᾶλλόν ἐστι μαστιγωτέος·
- εἴπερ θεὸς γάρ ἐστιν, οὐκ αἰσθήσεται.
- τί δῆτʼ, ἐπειδὴ καὶ σὺ φῂς εἶναι θεός,
- οὐ καὶ σὺ τύπτει τὰς ἴσας πληγὰς ἐμοί;
- δίκαιος ὁ λόγος· χὠπότερόν γʼ ἂν νῷν ἴδῃς
- κλαύσαντα πρότερον ἢ προτιμήσαντά τι
- τυπτόμενον, εἶναι τοῦτον ἡγοῦ μὴ θεόν.
- οὐκ ἔσθʼ ὅπως οὐκ εἶ σὺ γεννάδας ἀνήρ·
- χωρεῖς γὰρ ἐς τὸ δίκαιον. ἀποδύεσθε δή.
- πῶς οὖν βασανιεῖς νὼ δικαίως;
- ῥᾳδίως·
- πληγὴν παρὰ πληγὴν ἑκάτερον.
- καλῶς λέγεις.
- ἰδού.
- σκόπει νυν ἤν μʼ ὑποκινήσαντʼ ἴδῃς.
- ἤδη ʼπάταξά σʼ.
- οὐ μὰ Δίʼ.
- οὐδʼ ἐμοὶ δοκεῖς.
- ἀλλʼ εἶμʼ ἐπὶ τονδὶ καὶ πατάξω.
- πηνίκα;
- καὶ δὴ ʼπάταξα.
- κᾆτα πῶς οὐκ ἔπταρον;
- οὐκ οἶδα· τουδὶ δʼ αὖθις ἀποπειράσομαι.
- οὔκουν ἀνύσεις τι; ἀτταταῖ.
- τί τἀτταταῖ;
- μῶν ὠδυνήθης;
- οὐ μὰ Δίʼ ἀλλʼ ἐφρόντισα
- ὁπόθʼ Ἡράκλεια τἀν Διομείοις γίγνεται.