Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἴθι νυν ἐπειδὴ ληματίας κἀνδρεῖος εἶ,
  2. σὺ μὲν γενοῦ ʼγὼ τὸ ῥόπαλον τουτὶ λαβὼν
  3. καὶ τὴν λεοντῆν, εἴπερ ἀφοβόσπλαγχνος εἶ·
  4. ἐγὼ δʼ ἔσομαί σοι σκευοφόρος ἐν τῷ μέρει.
Ξανθίας
  1. φέρε δὴ ταχέως αὔτʼ· οὐ γὰρ ἀλλὰ πειστέον·
  2. καὶ βλέψον ἐς τὸν Ἡρακλειοξανθίαν,
  3. εἰ δειλὸς ἔσομαι καὶ κατὰ σὲ τὸ λῆμʼ ἔχων.
Διόνυσος
  1. μὰ Δίʼ ἀλλʼ ἀληθῶς οὑκ Μελίτης μαστιγίας.
  2. φέρε νυν ἐγὼ τὰ στρώματʼ αἴρωμαι ταδί.
Θεράπαινα
  1. ὦ φίλταθʼ ἥκεις Ἡράκλεις; δεῦρʼ εἴσιθι.
  2. ἡ γὰρ θεός σʼ ὡς ἐπύθεθʼ ἥκοντʼ, εὐθέως
  3. ἔπεττεν ἄρτους, ἧψε κατερεικτῶν χύτρας
  4. ἔτνους δύʼ ἢ τρεῖς, βοῦν ἀπηνθράκιζʼ ὅλον,
  5. πλακοῦντας ὤπτα κολλάβους. ἀλλʼ εἴσιθι.
Ξανθίας
  1. κάλλιστʼ, ἐπαινῶ.
Θεράπαινα
  1. μὰ τὸν Ἀπόλλω οὐ μή σʼ ἐγὼ
  2. περιόψομἀπελθόντʼ, ἐπεί τοι καὶ κρέα
  3. ἀνέβραττεν ὀρνίθεια, καὶ τραγήματα
  4. ἔφρυγε, κᾦνον ἀνεκεράννυ γλυκύτατον.
  5. ἀλλʼ εἴσιθʼ ἅμʼ ἐμοί.
Ξανθίας
  1. πάνυ καλῶς.
Θεράπαινα
  1. ληρεῖς ἔχων
  2. οὐ γάρ σʼ ἀφήσω. καὶ γὰρ αὐλητρίς γέ σοι
  3. ἥδʼ ἔνδον ἔσθʼ ὡραιοτάτη κὠρχηστρίδες
  4. ἕτεραι δύʼ ἢ τρεῖς.
Ξανθίας
  1. πῶς λέγεις; ὀρχηστρίδες;
Θεράπαινα
  1. ἡβυλλιῶσαι κἄρτι παρατετιλμέναι.
  2. ἀλλʼ εἴσιθʼ, ὡς ὁ μάγειρος ἤδη τὰ τεμάχη
  3. ἔμελλʼ ἀφαιρεῖν χἠ τράπεζʼ εἰσῄρετο.
Ξανθίας
  1. ἴθι νυν φράσον πρώτιστα ταῖς ὀρχηστρίσιν
  2. ταῖς ἔνδον οὔσαις αὐτὸς ὅτι εἰσέρχομαι.
  3. ὁ παῖς ἀκολούθει δεῦρο τὰ σκεύη φέρων.
Διόνυσος
  1. ἐπίσχες οὗτος. οὔ τί που σπουδὴν ποιεῖ,
  2. ὁτιή σε παίζων Ἡρακλέα ʼνεσκεύασα;
  3. οὐ μὴ φλυαρήσεις ἔχων ὦ Ξανθία,
  4. ἀλλʼ ἀράμενος οἴσεις πάλιν τὰ στρώματα.
Ξανθίας
  1. τί δʼ ἔστιν; οὔ τι πού μʼ ἀφελέσθαι διανοεῖ
  2. ἅδωκας αὐτός;
Διόνυσος
  1. οὐ τάχʼ, ἀλλʼ ἤδη ποιῶ.
  2. κατάθου τὸ δέρμα.
Ξανθίας
  1. ταῦτʼ ἐγὼ μαρτύρομαι
  2. καὶ τοῖς θεοῖσιν ἐπιτρέπω.
Διόνυσος
  1. ποίοις θεοῖς;
  2. τὸ δὲ προσδοκῆσαί σʼ οὐκ ἀνόητον καὶ κενὸν
  3. ὡς δοῦλος ὢν καὶ θνητὸς Ἀλκμήνης ἔσει;
Ξανθίας
  1. ἀμέλει καλῶς· ἔχʼ αὔτʼ. ἴσως γάρ τοί ποτε
  2. ἐμοῦ δεηθείης ἄν, εἰ θεὸς θέλοι.
Χορός
  1. ταῦτα μὲν πρὸς ἀνδρός ἐστι
  2. νοῦν ἔχοντος καὶ φρένας καὶ
  3. πολλὰ περιπεπλευκότος,
  4. μετακυλίνδειν αὑτὸν ἀεὶ
  5. πρὸς τὸν εὖ πράττοντα τοῖχον
  6. μᾶλλον ἢ γεγραμμένην
  7. εἰκόνʼ ἑστάναι, λαβόνθʼ ἓν
  8. σχῆμα· τὸ δὲ μεταστρέφεσθαι
  9. πρὸς τὸ μαλθακώτερον
  10. δεξιοῦ πρὸς ἀνδρός ἐστι
  11. καὶ φύσει Θηραμένους.
Διόνυσος
  1. οὐ γὰρ ἂν γέλοιον ἦν, εἰ
  2. Ξανθίας μὲν δοῦλος ὢν ἐν
  3. στρώμασιν Μιλησίοις
  4. ἀνατετραμμένος κυνῶν ὀρ-
  5. χηστρίδʼ εἶτʼ ᾔτησεν ἀμίδʼ, ἐγὼ
  6. δὲ πρὸς τοῦτον βλέπων
  7. τοὐρεβίνθου ʼδραττόμην, οὗ-
  8. τος δʼ ἅτʼ ὢν αὐτὸς πανοῦργος
  9. εἶδε, κᾆτʼ ἐκ τῆς γνάθου
  10. πὺξ πατάξας μοὐξέκοψε
  11. τοῦ χοροῦ τοὺς προσθίους;
Πανδοκευτρία
  1. Πλαθάνη Πλαθάνη δεῦρʼ ἔλθʼ, ὁ πανοῦργος οὑτοσί,
  2. ὃς ἐς τὸ πανδοκεῖον εἰσελθών ποτε
  3. ἑκκαίδεκʼ ἄρτους κατέφαγʼ ἡμῶν.
Πλαθάνη
  1. νὴ Δία
  2. ἐκεῖνος αὐτὸς δῆτα.
Ξανθίας
  1. κακὸν ἥκει τινί.
Πανδοκευτρία
  1. καὶ κρέα γε πρὸς τούτοισιν ἀνάβραστʼ εἴκοσιν
  2. ἀνʼ ἡμιωβολιαῖα.
Ξανθίας
  1. δώσει τις δίκην.
Πανδοκευτρία
  1. καὶ τὰ σκόροδα τὰ πολλά.
Διόνυσος
  1. ληρεῖς ὦ γύναι
  2. κοὐκ οἶσθʼ ὅ τι λέγεις.
Πανδοκευτρία
  1. οὐ μὲν οὖν με προσεδόκας,
  2. ὁτιὴ κοθόρνους εἶχες, ἂν γνῶναί σʼ ἔτι;
  3. τί δαί; τὸ πολὺ τάριχος οὐκ εἴρηκά πω.
Πλαθάνη
  1. μὰ Δίʼ οὐδὲ τὸν τυρόν γε τὸν χλωρὸν τάλαν,
  2. ὃν οὗτος αὐτοῖς τοῖς ταλάροις κατήσθιεν
Πανδοκευτρία
  1. κἄπειτʼ ἐπειδὴ τἀργύριον ἐπραττόμην,
  2. ἔβλεψεν ἔς με δριμὺ κἀμυκᾶτό γε.
Ξανθίας
  1. τούτου πάνυ τοὔργον· οὗτος ὁ τρόπος πανταχοῦ.
Πανδοκευτρία
  1. καὶ τὸ ξίφος γʼ ἐσπᾶτο μαίνεσθαι δοκῶν.
Πλαθάνη
  1. νὴ Δία τάλαινα.
Πανδοκευτρία
  1. νὼ δὲ δεισάσα γέ που
  2. ἐπὶ τὴν κατήλιφʼ εὐθὺς ἀνεπηδήσαμεν·
  3. ὁ δʼ ᾤχετʼ ἐξᾴξας γε τὰς ψιάθους λαβών.
Ξανθίας
  1. καὶ τοῦτο τούτου τοὔργον.
Πλαθάνη
  1. ἀλλʼ ἐχρῆν τι δρᾶν.
Πανδοκευτρία
  1. ἴθι δὴ κάλεσον τὸν προστάτην Κλέωνά μοι.
Πλαθάνη
  1. σὺ δʼ ἔμοιγʼ ἐάνπερ ἐπιτύχῃς Ὑπέρβολον,
  2. ἵνʼ αὐτὸν ἐπιτρίψωμεν.
Πανδοκευτρία
  1. ὦ μιαρὰ φάρυξ,
  2. ὡς ἡδέως ἄν σου λίθῳ τοὺς γομφίους
  3. κόπτοιμʼ ἄν, οἷς μου κατέφαγες τὰ φορτία.
Πλαθάνη
  1. ἐγὼ δέ γʼ ἐς τὸ βάραθρον ἐμβάλοιμί σε.
Πανδοκευτρία
  1. ἐγὼ δὲ τὸν λάρυγγʼ ἂν ἐκτέμοιμί σου
  2. δρέπανον λαβοῦσʼ, ᾧ τὰς χόλικας κατέσπασας.
Πλαθάνη
  1. ἀλλʼ εἶμʼ ἐπὶ τὸν Κλέωνʼ, ὃς αὐτοῦ τήμερον
  2. ἐκπηνιεῖται ταῦτα προσκαλούμενος.
Διόνυσος
  1. κάκιστʼ ἀπολοίμην, Ξανθίαν εἰ μὴ φιλῶ.
Ξανθίας
  1. οἶδʼ οἶδα τὸν νοῦν· παῦε παῦε τοῦ λόγου.
  2. οὐκ ἂν γενοίμην Ἡρακλῆς ἄν.
Διόνυσος
  1. μηδαμῶς
  2. ὦ Ξανθίδιον.
Ξανθίας
  1. καὶ πῶς ἂν Ἀλκμήνης ἐγὼ
  2. υἱὸς γενοίμην δοῦλος ἅμα καὶ θνητὸς ὤν;
Διόνυσος
  1. οἶδʼ οἶδʼ ὅτι θυμοῖ, καὶ δικαίως αὐτὸ δρᾷς·