Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. πεῖν, πολλὰ δὲ σπουδαῖα, καὶ
  2. τῆς σῆς ἑορτῆς ἀξίως
  3. παίσαντα καὶ σκώψαντα νι-
  4. κήσαντα ταινιοῦσθαι.
Χορός
  1. ἄγʼ εἶα
  2. νῦν καὶ τὸν ὡραῖον θεὸν παρακαλεῖτε δεῦρο
  3. ᾠδαῖσι, τὸν ξυνέμπορον τῆσδε τῆς χορείας.
Χορός
  1. Ἴακχε πολυτίμητε, μέλος ἑορτῆς
  2. ἥδιστον εὑρών, δεῦρο συνακολούθει
  3. πρὸς τὴν θεὸν
  4. καὶ δεῖξον ὡς ἄνευ πόνου
  5. πολλὴν ὁδὸν περαίνεις.
  6. Ἴακχε φιλοχορευτὰ συμπρόπεμπέ με.
Χορός
  1. σὺ γὰρ κατεσχίσω μὲν ἐπὶ γέλωτι
  2. κἀπʼ εὐτελείᾳ τόδε τὸ σανδαλίσκον
  3. καὶ τὸ ῥάκος,
  4. κἀξηῦρες ὥστʼ ἀζημίους
  5. παίζειν τε καὶ χορεύειν.
  6. Ἴακχε φιλοχορευτὰ συμπρόπεμπέ με.
Χορός
  1. καὶ γὰρ παραβλέψας τι μειρακίσκης
  2. νῦν δὴ κατεῖδον καὶ μάλʼ εὐπροσώπου
  3. συμπαιστρίας
  4. χιτωνίου παραρραγέν-
  5. τος τιτθίον προκύψαν.
  6. Ἴακχε φιλοχορευτὰ συμπρόπεμπέ με.
Διόνυσος
  1. ἐγὼ δʼ ἀεί πως φιλακόλου-
  2. θός εἰμι καὶ μετʼ αὐτῆς
  3. παίζων χορεύειν βούλομαι.
Ξανθίας
  1. κἄγωγε πρός.
Χορός
  1. βούλεσθε δῆτα κοινῇ
  2. σκώψωμεν Ἀρχέδημον;
  3. ὃς ἑπτέτης ὢν οὐκ ἔφυσε φράτερας.
Χορός
  1. νυνὶ δὲ δημαγωγεῖ
  2. ἐν τοῖς ἄνω νεκροῖσι,
  3. κἀστὶν τὰ πρῶτα τῆς ἐκεῖ μοχθηρίας.
Χορός
  1. τὸν Κλεισθένους δʼ ἀκούω
  2. ἐν ταῖς ταφαῖσι πρωκτὸν
  3. τίλλειν ἑαυτοῦ καὶ σπαράττειν τὰς γνάθους·
Χορός
  1. κἀκόπτετʼ ἐγκεκυφώς,
  2. κἄκλαε κἀκεκράγει
  3. Σεβῖνον ὅστις ἐστὶν ἁναφλύστιος.
Χορός
  1. καὶ Καλλίαν γέ φασι
  2. τοῦτον τὸν Ἱπποβίνου
  3. κύσθου λεοντῆν ναυμαχεῖν ἐνημμένον.
Διόνυσος
  1. ἔχοιτʼ ἂν οὖν φράσαι νῷν
  2. Πλούτωνʼ ὅπου ʼνθάδʼ οἰκεῖ;
  3. ξένω γάρ ἐσμεν ἀρτίως ἀφιγμένω.
Χορός
  1. μηδὲν μακρὰν ἀπέλθῃς,
  2. μηδʼ αὖθις ἐπανέρῃ με,
  3. ἀλλʼ ἴσθʼ ἐπʼ αὐτὴν θύραν ἀφιγμένος.
Διόνυσος
  1. αἴροιʼ ἂν αὖθις ὦ παῖ.
Ξανθίας
  1. τουτὶ τί ἦν τὸ πρᾶγμα;
  2. ἀλλʼ ἢ Διὸς Κόρινθος ἐν τοῖς στρώμασιν.
Χορός
  1. χωρεῖτε
  2. νῦν ἱερὸν ἀνὰ κύκλον θεᾶς, ἀνθοφόρον ἀνʼ ἄλσος
  3. παίζοντες οἷς μετουσία θεοφιλοῦς ἑορτῆς·
  4. ἐγὼ δὲ σὺν ταῖσιν κόραις εἶμι καὶ γυναιξίν,
  5. οὗ παννυχίζουσιν θεᾷ, φέγγος ἱερὸν οἴσων.
Χορός
  1. χωρῶμεν ἐς πολυρρόδους
  2. λειμῶνας ἀνθεμώδεις,
  3. τὸν ἡμέτερον τρόπον
  4. τὸν καλλιχορώτατον
  5. παίζοντες, ὃν ὄλβιαι
  6. Μοῖραι ξυνάγουσιν.
Χορός
  1. μόνοις γὰρ ἡμῖν ἥλιος
  2. καὶ φέγγος ἱλαρόν ἐστιν,
  3. ὅσοι μεμυήμεθʼ εὐ-
  4. σεβῆ τε διήγομεν
  5. τρόπον περὶ τοὺς ξένους
  6. καὶ τοὺς ἰδιώτας.
Διόνυσος
  1. ἄγε δὴ τίνα τρόπον τὴν θύραν κόψω; τίνα;
  2. πῶς ἐνθάδʼ ἄρα κόπτουσιν οὑπιχώριοι;
Ξανθίας
  1. οὐ μὴ διατρίψεις, ἀλλὰ γεύσει τῆς θύρας,
  2. καθʼ Ἡρακλέα τὸ σχῆμα καὶ τὸ λῆμʼ ἔχων.
Διόνυσος
  1. παῖ παῖ.
Ἄιακος
  1. τίς οὗτος;
Διόνυσος
  1. Ἡρακλῆς ὁ καρτερός.
Ἄιακος
  1. ὦ βδελυρὲ κἀναίσχυντε καὶ τολμηρὲ σὺ
  2. καὶ μιαρὲ καὶ παμμίαρε καὶ μιαρώτατε,
  3. ὃς τὸν κύνʼ ἡμῶν ἐξελάσας τὸν Κέρβερον
  4. ἀπῇξας ἄγχων κἀποδρὰς ᾤχου λαβών,
  5. ὃν ἐγὼ ʼφύλαττον. ἀλλὰ νῦν ἔχει μέσος·
  6. τοία Στυγός σε μελανοκάρδιος πέτρα
  7. Ἀχερόντιός τε σκόπελος αἱματοσταγὴς
  8. φρουροῦσι, Κωκυτοῦ τε περίδρομοι κύνες,
  9. ἔχιδνά θʼ ἑκατογκέφαλος, ἣ τὰ σπλάγχνα σου
  10. διασπαράξει, πλευμόνων τʼ ἀνθάψεται
  11. Ταρτησία μύραινα· τὼ νεφρὼ δέ σου
  12. αὐτοῖσιν ἐντέροισιν ᾑματωμένω
  13. διασπάσονται Γοργόνες Τειθράσιαι,
  14. ἐφʼ ἃς ἐγὼ δρομαῖον ὁρμήσω πόδα.
Ξανθίας
  1. οὗτος τί δέδρακας;
Διόνυσος
  1. ἐγκέχοδα· κάλει θεόν.
Ξανθίας
  1. ὦ καταγέλαστʼ οὔκουν ἀναστήσει ταχὺ
  2. πρίν τινά σʼ ἰδεῖν ἀλλότριον;
Διόνυσος
  1. ἀλλʼ ὡρακιῶ.
  2. ἀλλʼ οἶσε πρὸς τὴν καρδίαν μου σφογγιάν.
Ξανθίας
  1. ἰδοὺ λαβέ, προσθοῦ.
Διόνυσος
  1. ποῦ ʼστιν;
Ξανθίας
  1. ὦ χρυσοῖ θεοὶ
  2. ἐνταῦθʼ ἔχεις τὴν καρδίαν;
Διόνυσος
  1. δείσασα γὰρ
  2. ἐς τὴν κάτω μου κοιλίαν καθείρπυσεν.
Ξανθίας
  1. ὦ δειλότατε θεῶν σὺ κἀνθρώπων.
Διόνυσος
  1. ἐγώ;
  2. πῶς δειλὸς ὅστις σφογγιὰν ᾔτησά σε;
  3. οὐκ ἂν ἕτερός γʼ αὔτʼ ἠργάσατʼ ἀνήρ.
Ξανθίας
  1. ἀλλὰ τί;
Διόνυσος
  1. κατέκειτʼ ἂν ὀσφραινόμενος, εἴπερ δειλὸς ἦν·
  2. ἐγὼ δʼ ἀνέστην καὶ προσέτʼ ἀπεψησάμην.
Ξανθίας
  1. ἀνδρεῖά γʼ ὦ Πόσειδον.
Διόνυσος
  1. οἶμαι νὴ Δία.
  2. σὺ δʼ οὐκ ἔδεισας τὸν ψόφον τῶν ῥημάτων
  3. καὶ τὰς ἀπειλάς;
Ξανθίας
  1. οὐ μὰ Δίʼ οὐδʼ ἐφρόντισα.