Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. σκώψωμεν Ἀρχέδημον;
  2. ὃς ἑπτέτης ὢν οὐκ ἔφυσε φράτερας.
Χορός
  1. νυνὶ δὲ δημαγωγεῖ
  2. ἐν τοῖς ἄνω νεκροῖσι,
  3. κἀστὶν τὰ πρῶτα τῆς ἐκεῖ μοχθηρίας.
Χορός
  1. τὸν Κλεισθένους δʼ ἀκούω
  2. ἐν ταῖς ταφαῖσι πρωκτὸν
  3. τίλλειν ἑαυτοῦ καὶ σπαράττειν τὰς γνάθους·
Χορός
  1. κἀκόπτετʼ ἐγκεκυφώς,
  2. κἄκλαε κἀκεκράγει
  3. Σεβῖνον ὅστις ἐστὶν ἁναφλύστιος.
Χορός
  1. καὶ Καλλίαν γέ φασι
  2. τοῦτον τὸν Ἱπποβίνου
  3. κύσθου λεοντῆν ναυμαχεῖν ἐνημμένον.
Διόνυσος
  1. ἔχοιτʼ ἂν οὖν φράσαι νῷν
  2. Πλούτωνʼ ὅπου ʼνθάδʼ οἰκεῖ;
  3. ξένω γάρ ἐσμεν ἀρτίως ἀφιγμένω.
Χορός
  1. μηδὲν μακρὰν ἀπέλθῃς,
  2. μηδʼ αὖθις ἐπανέρῃ με,
  3. ἀλλʼ ἴσθʼ ἐπʼ αὐτὴν θύραν ἀφιγμένος.
Διόνυσος
  1. αἴροιʼ ἂν αὖθις ὦ παῖ.
Ξανθίας
  1. τουτὶ τί ἦν τὸ πρᾶγμα;
  2. ἀλλʼ ἢ Διὸς Κόρινθος ἐν τοῖς στρώμασιν.
Χορός
  1. χωρεῖτε
  2. νῦν ἱερὸν ἀνὰ κύκλον θεᾶς, ἀνθοφόρον ἀνʼ ἄλσος
  3. παίζοντες οἷς μετουσία θεοφιλοῦς ἑορτῆς·
  4. ἐγὼ δὲ σὺν ταῖσιν κόραις εἶμι καὶ γυναιξίν,
  5. οὗ παννυχίζουσιν θεᾷ, φέγγος ἱερὸν οἴσων.
Χορός
  1. χωρῶμεν ἐς πολυρρόδους
  2. λειμῶνας ἀνθεμώδεις,
  3. τὸν ἡμέτερον τρόπον
  4. τὸν καλλιχορώτατον
  5. παίζοντες, ὃν ὄλβιαι
  6. Μοῖραι ξυνάγουσιν.
Χορός
  1. μόνοις γὰρ ἡμῖν ἥλιος
  2. καὶ φέγγος ἱλαρόν ἐστιν,
  3. ὅσοι μεμυήμεθʼ εὐ-
  4. σεβῆ τε διήγομεν
  5. τρόπον περὶ τοὺς ξένους
  6. καὶ τοὺς ἰδιώτας.
Διόνυσος
  1. ἄγε δὴ τίνα τρόπον τὴν θύραν κόψω; τίνα;
  2. πῶς ἐνθάδʼ ἄρα κόπτουσιν οὑπιχώριοι;
Ξανθίας
  1. οὐ μὴ διατρίψεις, ἀλλὰ γεύσει τῆς θύρας,