Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. τὴν Σώτειραν γενναίως
  2. τῇ φωνῇ μολπάζων,
  3. ἣ τὴν χώραν
  4. σῴζειν φήσʼ ἐς τὰς ὥρας,
  5. κἂν Θωρυκίων μὴ βούληται.
Χορός
  1. ἄγε νυν ἑτέραν ὕμνων ἰδέαν τὴν καρποφόρον βασίλειαν
  2. Δήμητρα θεὰν ἐπικοσμοῦντες ζαθέαις μολπαῖς κελαδεῖτε.
Χορός
  1. Δήμητερ ἁγνῶν ὀργίων
  2. ἄνασσα συμπαραστάτει,
  3. καὶ σῷζε τὸν σαυτῆς χορόν,
  4. καί μʼ ἀσφαλῶς πανήμερον
  5. παῖσαί τε καὶ χορεῦσαι·
Χορός
  1. καὶ πολλὰ μὲν γέλοιά μʼ εἰ-
  2. πεῖν, πολλὰ δὲ σπουδαῖα, καὶ
  3. τῆς σῆς ἑορτῆς ἀξίως
  4. παίσαντα καὶ σκώψαντα νι-
  5. κήσαντα ταινιοῦσθαι.
Χορός
  1. ἄγʼ εἶα
  2. νῦν καὶ τὸν ὡραῖον θεὸν παρακαλεῖτε δεῦρο
  3. ᾠδαῖσι, τὸν ξυνέμπορον τῆσδε τῆς χορείας.
Χορός
  1. Ἴακχε πολυτίμητε, μέλος ἑορτῆς
  2. ἥδιστον εὑρών, δεῦρο συνακολούθει
  3. πρὸς τὴν θεὸν
  4. καὶ δεῖξον ὡς ἄνευ πόνου
  5. πολλὴν ὁδὸν περαίνεις.
  6. Ἴακχε φιλοχορευτὰ συμπρόπεμπέ με.
Χορός
  1. σὺ γὰρ κατεσχίσω μὲν ἐπὶ γέλωτι
  2. κἀπʼ εὐτελείᾳ τόδε τὸ σανδαλίσκον
  3. καὶ τὸ ῥάκος,
  4. κἀξηῦρες ὥστʼ ἀζημίους
  5. παίζειν τε καὶ χορεύειν.
  6. Ἴακχε φιλοχορευτὰ συμπρόπεμπέ με.
Χορός
  1. καὶ γὰρ παραβλέψας τι μειρακίσκης
  2. νῦν δὴ κατεῖδον καὶ μάλʼ εὐπροσώπου
  3. συμπαιστρίας
  4. χιτωνίου παραρραγέν-
  5. τος τιτθίον προκύψαν.
  6. Ἴακχε φιλοχορευτὰ συμπρόπεμπέ με.
Διόνυσος
  1. ἐγὼ δʼ ἀεί πως φιλακόλου-
  2. θός εἰμι καὶ μετʼ αὐτῆς
  3. παίζων χορεύειν βούλομαι.
Ξανθίας
  1. κἄγωγε πρός.
Χορός
  1. βούλεσθε δῆτα κοινῇ