Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- σὺ γὰρ κατεσχίσω μὲν ἐπὶ γέλωτι
- κἀπʼ εὐτελείᾳ τόδε τὸ σανδαλίσκον
- καὶ τὸ ῥάκος,
- κἀξηῦρες ὥστʼ ἀζημίους
- παίζειν τε καὶ χορεύειν.
- Ἴακχε φιλοχορευτὰ συμπρόπεμπέ με.
- καὶ γὰρ παραβλέψας τι μειρακίσκης
- νῦν δὴ κατεῖδον καὶ μάλʼ εὐπροσώπου
- συμπαιστρίας
- χιτωνίου παραρραγέν-
- τος τιτθίον προκύψαν.
- Ἴακχε φιλοχορευτὰ συμπρόπεμπέ με.
- ἐγὼ δʼ ἀεί πως φιλακόλου-
- θός εἰμι καὶ μετʼ αὐτῆς
- παίζων χορεύειν βούλομαι.
- κἄγωγε πρός.
- βούλεσθε δῆτα κοινῇ
- σκώψωμεν Ἀρχέδημον;
- ὃς ἑπτέτης ὢν οὐκ ἔφυσε φράτερας.
- νυνὶ δὲ δημαγωγεῖ
- ἐν τοῖς ἄνω νεκροῖσι,