Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἄγε νυν ἑτέραν ὕμνων ἰδέαν τὴν καρποφόρον βασίλειαν
  2. Δήμητρα θεὰν ἐπικοσμοῦντες ζαθέαις μολπαῖς κελαδεῖτε.
Χορός
  1. Δήμητερ ἁγνῶν ὀργίων
  2. ἄνασσα συμπαραστάτει,
  3. καὶ σῷζε τὸν σαυτῆς χορόν,
  4. καί μʼ ἀσφαλῶς πανήμερον
  5. παῖσαί τε καὶ χορεῦσαι·
Χορός
  1. καὶ πολλὰ μὲν γέλοιά μʼ εἰ-
  2. πεῖν, πολλὰ δὲ σπουδαῖα, καὶ
  3. τῆς σῆς ἑορτῆς ἀξίως
  4. παίσαντα καὶ σκώψαντα νι-
  5. κήσαντα ταινιοῦσθαι.
Χορός
  1. ἄγʼ εἶα
  2. νῦν καὶ τὸν ὡραῖον θεὸν παρακαλεῖτε δεῦρο
  3. ᾠδαῖσι, τὸν ξυνέμπορον τῆσδε τῆς χορείας.
Χορός
  1. Ἴακχε πολυτίμητε, μέλος ἑορτῆς
  2. ἥδιστον εὑρών, δεῦρο συνακολούθει
  3. πρὸς τὴν θεὸν
  4. καὶ δεῖξον ὡς ἄνευ πόνου
  5. πολλὴν ὁδὸν περαίνεις.
  6. Ἴακχε φιλοχορευτὰ συμπρόπεμπέ με.