Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- σῴζειν φήσʼ ἐς τὰς ὥρας,
- κἂν Θωρυκίων μὴ βούληται.
- ἄγε νυν ἑτέραν ὕμνων ἰδέαν τὴν καρποφόρον βασίλειαν
- Δήμητρα θεὰν ἐπικοσμοῦντες ζαθέαις μολπαῖς κελαδεῖτε.
- Δήμητερ ἁγνῶν ὀργίων
- ἄνασσα συμπαραστάτει,
- καὶ σῷζε τὸν σαυτῆς χορόν,
- καί μʼ ἀσφαλῶς πανήμερον
- παῖσαί τε καὶ χορεῦσαι·
- καὶ πολλὰ μὲν γέλοιά μʼ εἰ-
- πεῖν, πολλὰ δὲ σπουδαῖα, καὶ
- τῆς σῆς ἑορτῆς ἀξίως
- παίσαντα καὶ σκώψαντα νι-
- κήσαντα ταινιοῦσθαι.
- ἄγʼ εἶα
- νῦν καὶ τὸν ὡραῖον θεὸν παρακαλεῖτε δεῦρο
- ᾠδαῖσι, τὸν ξυνέμπορον τῆσδε τῆς χορείας.
- Ἴακχε πολυτίμητε, μέλος ἑορτῆς
- ἥδιστον εὑρών, δεῦρο συνακολούθει
- πρὸς τὴν θεὸν