Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἢ προδίδωσιν φρούριον ἢ ναῦς, ἢ τἀπόρρητʼ ἀποπέμπει
  2. ἐξ Αἰγίνης Θωρυκίων ὢν εἰκοστολόγος κακοδαίμων,
  3. ἀσκώματα καὶ λίνα καὶ πίτταν διαπέμπων εἰς Ἐπίδαυρον,
  4. ἢ χρήματα ταῖς τῶν ἀντιπάλων ναυσὶν παρέχειν τινὰ πείθει,
  5. ἢ κατατιλᾷ τῶν Ἑκαταίων κυκλίοισι χοροῖσιν ὑπᾴδων,
  6. ἢ τοὺς μισθοὺς τῶν ποιητῶν ῥήτωρ ὢν εἶτʼ ἀποτρώγει,
  7. κωμῳδηθεὶς ἐν ταῖς πατρίοις τελεταῖς ταῖς τοῦ Διονύσου·
  8. τούτοις αὐδῶ καὖθις ἀπαυδῶ καὖθις τὸ τρίτον μάλʼ ἀπαυδῶ
  9. ἐξίστασθαι μύσταισι χοροῖς· ὑμεῖς δʼ ἀνεγείρετε μολπὴν
  10. καὶ παννυχίδας τὰς ἡμετέρας αἳ τῇδε πρέπουσιν ἑορτῇ.
Χορός
  1. χώρει νυν πᾶς ἀνδρείως
  2. ἐς τοὺς εὐανθεῖς κόλπους
  3. λειμώνων ἐγκρούων
  4. κἀπισκώπτων
  5. καὶ παίζων καὶ χλευάζων,
  6. ἠρίστηται δʼ ἐξαρκούντως.
Χορός
  1. ἀλλʼ ἔμβα χὤπως ἀρεῖς
  2. τὴν Σώτειραν γενναίως
  3. τῇ φωνῇ μολπάζων,
  4. ἣ τὴν χώραν